De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
διαφορᾶς ἐπιδείξειν ἐνταῦθα, τὸ τινὰ μὲν ἐξ ἀνάγκης
ἀλλήλοις ἕπεσθαι συμπτώματα, τινὰ δὲ οὐκ ἐξ ἀνάγκης,
ὅπερ οὐδ’ αὐτό μοι δοκεῖ δεήσεσθαι λόγου μακροῦ·
ἀρκέσει δ’ ὡς ὑφ’ ἑνὸς παραδείγματος ἐπιδείξαντα τὴν μέθοδον
αὐτοῦ, παραιτήσασθαι τὸ πλῆθος τῶν κατὰ μέρος.
κελεύω δή σε σκοπεῖσθαι, πότερον ὑπὸ μιᾶς αἰτίας ἐπιτελεῖται
τὸ γιγνόμενον, ἢ πλειόνων. εἰ μὲν γὰρ ὑπὸ μιᾶς, ἐξ
ἀνάγκης ἀκολουθήσει τῷ ποιοῦντι, πλειόνων δ’ εἰς γένεσιν
δεόμενον, οὐκ ἐξ ἀνάγκης. αὕτη μὲν οὖν ἐπὶ πάντων
πραγμάτων ἡ μέθοδος κοινή. κατὰ δὲ τὸν αὐτὸν τρόπον
χρή σε κᾀπὶ τῶν συμπτωμάτων σκοπεῖσθαι. εἰ μὲν ἓν ἐφ’
ἑνὶ γίγνοιτο, τὴν ἀκολουθίαν ἀναγκαίαν ἕξει· προσιόντων
δὲ καὶ ἄλλων τινῶν αἰτίων εἰς τὴν γένεσιν τοῦ δευτέρου συμπτώματος,
οὐκ ἔτι ἐξ ἀνάγκης ἀκολουθήσει τῷ προτέρῳ.
οὐ γὰρ εἰ ἠπέπτησεν, ἐμπνευμάτωσιν ἀναγκαῖον ἀκολουθεῖν·
ὥσπερ οὐδὲ δῆξιν, οὐδὲ ὑγρὰν διαχώρησιν ἢ πολλὴν, οὐδὲ
ναυτίαν, ἢ ὄρεξιν ἐπιτεταμένην, ἢ ὄκνον εἰς τὰς πράξεις, ἢ
νωθρότητα διανοίας, ἢ καρηβαρίαν, ἢ ἀγρυπνίαν, ἢ καρδιαλγίαν,
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]