De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
αὐτοῖς γινόμενα νοσήματα, τὰ δὲ ὡς ὀργανικοῖς, ἐμφράξεις
τε καὶ θλίψεις, ὅσα τε δι’ ἐπιῤῥοὴν ὑγρῶν ὄγκον
ἐργάζεται παρὰ φύσιν. ἡ δὲ τῆς συνεχείας λύσις ἐπὶ πᾶσι
τοῖς εἰρημένοις κοινὸν ὁμοιομερῶν τε καὶ ὀργανικῶν μορίων
ἐστὶν, οὐκ ἐγκεφάλῳ μόνον, ἢ νεύρῳ συμβῆναι δυνάμενον,
ἀλλὰ καὶ τῷ κρυσταλλοειδεῖ. τούτῳ μέν γε καὶ τῷ μετακινηθῆναί
τε καὶ μεταστῆναι τῆς οἰκείας ἕδρας ὀργανικὸν συμπίπτει
νόσημα, τῆς μεταστάσεως, εἰ μὲν ἤτοι πρὸς τὸν μέγαν ἢ τὸν
μικρὸν γίγνοιτο κανθὸν, οὐδὲν ἀξιόλογον βλαπτούσης, εἰ δ’
ἄνω καὶ κάτω, διπλᾶ ποιούσης ἅπαντα φαίνεσθαι τὰ ὁρώμενα.
ταυτὶ μὲν οὖν ἐστι τά τε τοῦ πρώτου τῆς ὄψεως ὀργάνου
νοσήματα καὶ τῶν τὴν δύναμιν αὐτῷ χορηγούντων.
τὰ δὲ τῶν χρείαν τινὰ παρεχομένων, εἰ κατὰ τὸ τρῆμα τοῦ
ῥαγοειδοῦς, ἢ καὶ τὸ μεταξὺ τούτου τε καὶ τοῦ κρυσταλλοειδοῦς,
ὑγρόν τε καὶ πνεῦμα συσταίη τηλικοῦτον, ὡς ἐμποδίσαι
τὸ πρῶτον τῆς ὄψεως ὄργανον πρὸς τὴν τῶν αἰσθητῶν
διάγνωσιν. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἡ πρὸ τῆς κόρης
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]