De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
πόρον ὀνομάζουσιν οἱ περὶ τὸν Ἡρόφιλον, ὅτι τοῦτο μόνον
φανερόν ἐστι τὸ τρῆμα, πνεύματος ὑπάρχειν ὁδὸς αἰσθητικοῦ.
καὶ διὰ τοῦτο ἐπειδὰν ἐπιμύσαιμεν τὸν ἕτερον τῶν
ὀφθαλμῶν, εὐρύνεσθαι συμβαίνει θατέρου τὴν κόρην, ὡς
ἂν εἰς τὸν ἕνα μόνον ἰόντος τοῦ πνεύματος, ὃ πρότερον εἰς
ἀμφοτέρους ἐμερίζετο. ταῦτά τοι καὶ ἡ τῶν ὑποκεχυμένων
διάγνωσις, εἴτ’ ὄψονται παρακεντηθέντος καὶ κατενεχθέντος
τοῦ ὑποχύματος, εἴτε μὴ, διὰ τούτου μάλιστα γίγνεται τοῦ
σημείου. οἷς μὲν γὰρ εὐρύνεσθαι συμβαίνει τὴν κόρην, μύσαντος
θατέρου τῶν ὀφθαλμῶν, τούτους μὲν ἐλπὶς ὄψεσθαι
παρακεντηθέντας· οἷς δὲ οὐκ εὐρύνεσθαι, τούτων οὐδεὶς οὐδὲ
πώποτε εἶδεν, οὐδ’ ἂν ἀνωδυνώτατά τε καὶ κάλλιστα χειρουργηθῶσιν.
ἐξ ὧν ἁπάντων εὔδηλον, ὡς ἐπιῤῥεῖ τι πνεῦμα
τοῖς ὀφθαλμοῖς ἐξ ἐγκεφάλου ψυχικὸν, εἴς τε τὸ κρυσταλλοειδὲς
ὑγρὸν αὐτὸ καὶ τὴν προκειμένην ἅπασαν χώραν, ἣν διορίζει
τὸ τρῆμα τοῦ ῥαγοειδοῦς. ὅταν οὖν ἡ κόρη γίγνεται
μείζων, εἴτε κατὰ τὴν πρώτην διάπλασιν, εἴθ’ ὕστερον, οὐκ ἐκπληροῦται
καλῶς ὑπὸ τοῦ πνεύματος ἅπασα· χεῖσθαι τοίνυν
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]