De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
συῤῥεόντων ἐπανέλθωμεν· ἐῤῥήθη γὰρ δὴ καὶ ταῦτα διαχωρημάτων
ὑγρότητός τε καὶ πλήθους αἴτια καθίστασθαι.
φέρεται τοίνυν ἄνωθεν εἰς τὴν γαστέρα πολλάκις μὲν εὐρωστίᾳ
τῆς φύσεως ἐκκρινούσης τὸ περιττὸν, ἔστι δ’ ὅτε ὑπ’
ἀῤῥωστίας οὐδὲ τὸ χρηστὸν βαστάζειν δυναμένης. ἐκκρίνεται
μὲν οὖν τὸ περιττὸν ἔν τε ταῖς κρίσεσι καὶ κατὰ τὸν τῆς ὑγείας
ἐνίοτε χρόνον, ὥσπερ ἀμέλει καὶ ταῖς γυναιξὶν ἐφ’ ἑκάστῳ
μηνί. τοιαύτας δὲ καὶ τὰς αἱματηρὰς δυσεντερίας ὁ Ἱπποκράτης
ἔφασκε συμπίπτειν, ἐφ’ ὧν ἀπεκόπη τι κῶλον. εἴδομεν
δὲ καὶ ἡμεῖς οὐ τούτοις μόνοις, ἀλλὰ καὶ ἄλλοις τισὶ συμπιπτούσας
ἐκ περιόδου τινὸς ὡρισμένης. ἅπαντες δ’, οὓς
ἐθεασάμεθα κενουμένους οὕτως, ἐκ γυμναστικοῦ τοῦ
πρόσθεν βίου μεθεστήκεσαν εἰς ἀργίαν παντελῆ. τὸ μὲν δὴ
τοιοῦτον περίττωμα τῷ ποσῷ μόνον ἀλλότριόν ἐστιν· ἕτερον
δὲ τῷ ποιῷ, τὰ πολλὰ μὲν ἐν τοῖς ὀξέσι νοσήμασι κριτικῶς
ἐκκρινόμενον, ἔστιν ὅτε δὲ λόγῳ συντήξεως. ἐν τῷ μεταξὺ
δὲ τούτου τε τοῦ παντάπασιν ἀχρήστου καὶ μοχθηροῦ
περιττώματος κᾀκείνου τε τοῦ προειρημένου χρηστοῦ, τρίτον
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]