De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
ὑγρότητος, ἑξῆς ἂν εἴη τὰ λείποντα τῶν ἐν αὐτοῖς εἰπεῖν,
ὑφ’ ὧν ἤτοι παραποδίζεται τὸ βλέπειν, ἢ καὶ παντάπασιν
ἀπόλοιτο. τῶν μὲν δὴ κατὰ τὸν ῥαγοειδῆ χιτῶνα συνισταμένων,
ὅσα γε δὴ λυμαίνεται ταῖς ὄψεσιν, ἓν ἔτι παραλέλειπται
νόσημα τὸ κοινὸν ὁμοιομερῶν τε καὶ ὀργανικῶν, ἡ
τῆς ἑνώσεως λύσις, ὅπερ ἐν τούτῳ τῷ μέρει τραῦμά τε καὶ
ἕλκος ἐστίν. ὅταν οὖν γένηται μέγα τὸ τοιοῦτον, ὡς διαῤῥαγῆναι
μὲν ἱκανῶς τὸν ῥαγοειδῆ, προχυθῆναι δὲ τὴν λεπτὴν
ὑγρότητα πρὸς τὸ ἐκτὸς τοῦ χιτῶνος, ὡς ψαύειν ἤδη κερατοειδοῦς,
ἀνάγκη συμπίπτειν ἄτοπα ἐν τῷδε δύο, καταπίπτειν
μὲν ἐπὶ τὸ κρυσταλλοειδὲς ὑγρὸν τὸν ῥαγοειδῆ χιτῶνα,
τὸ δ’ ἀπ’ ἐγκεφάλου πνεῦμα μηκέτι ὅλον ἐπὶ τὴν κόρην
ἀφικνεῖσθαι δυνάμενον διὰ τοῦ τραύματος ἐκρεῖν. ὅτι δὲ
οὐ μόνον ἄμφω ταῦτα συνελθόντα βλάβη τῆς ὄψεώς ἐστιν,
ἀλλὰ καὶ τὸ ἕτερον αὐτῶν, εὔδηλον ὑπάρχειν ἡγοῦμαι τοῖς
γε μὴ παρέργως ἀκηκοόσι τῶν προειρημένων. ἐμοὶ δ’ ἂν
εἴη καιρὸς μεταβαίνειν ἤδη ἐπὶ τὴν λεπτὴν ὑγρότητα, περὶ ἧς
εἴρηται μέν που καὶ πρόσθεν τό γε τοσοῦτον, ὡς εἴτε πλείων,
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]