De Febrium Differentiis (On the Differences of Fevers)
Kühn 1824
κατὰ τὴν τρίτην πρώτης, οὐκέτι κατὰ τὰς ἑξῆς ἡμέρας οὔτ’
ἐννάτην ὥραν οὔτε πρώτην ἐλπίσομεν, ἀλλὰ τοσούτῳ πρότερον
ἢ ὕστερον, ὅσῳ περ ἡ ἀναλογία τῆς πρώτης περιόδου
τῶν παροξυσμῶν ἢ προλαμβάνοντα τῆς ἀρχῆθεν ὥρας ἢ
ὑστερίζοντα προέδειξεν. ὅστις δὲ αὐτῶν παύσαιτο πρότερον,
ἔκ τε τῆς ἰδέας τοῦ πυρετοῦ τεκμαίρεσθαι κᾀκ τοῦ κατὰ τὸν
παροξυσμὸν μήκους τε καὶ μεγέθους, ἤθους τε καὶ κινήσεως,
ἔτι τε τῆς τῶν περιόδων ἀνταποδόσεως ἐν τῷ προλαμβάνειν
ἢ ὑστερίζειν, καὶ πρὸς τούτοις ἔτι τοῖς ἐπιφαινομένοις σημείοις
ἀπεψίας τε καὶ πέψεως ὅλου τοῦ νοσήματος, ὧν ἐν τοῖς οὔροις
ἐστὶ τὰ μέγιστα· καὶ γέγραπται περὶ τούτων ἁπάντων αὐτάρκως
ἐν τοῖς περὶ κρίσεων. εἰ δὲ μὴ περὶ τὴν ἐννάτην
ὥραν, ἀλλὰ πέμπτην ἢ ἕκτην ὁ φλεγματώδης συνεχὴς ἐπιλάβοι
τὸν διαλείποντα χολώδη τὸν κατὰ τὴν πρώτην ὥραν ἠργμένον,
ἔτι χαλεπώτερόν ἐστι γνῶναι τοῖς πολλοῖς τούτοις
ἰατροῖς, οἷς οὐδὲν μέλει τῆς τοιαύτης θεωρίας, εἴθ’ ἕν ἐστιν
εἶδος πυρετοῦ τὸ γιγνόμενον, εἴτε δύο, καὶ ὁποῖον ἑκάτερον.
ἅτε δὲ μηδὲν τούτων γινώσκοντες, οὐ μόνον οὐκ ἴσασιν ὡς
Work
Title: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 273-405
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_059.xml [278 Kb]