De Febrium Differentiis (On the Differences of Fevers)
Kühn 1824
τῷ αἵματι κατά τε τὰς ἐγκαύσεις καὶ τὰς λοιμώδεις
καταστάσεις, καὶ ἁπλῶς εἰπεῖν, ἅπαντας τοὺς πυρετοὺς, ὑφ’
ἧς ἄν τινος αἰτίας εἰς γένεσιν ἥκωσιν. ἀλλὰ κᾀπειδὰν
ἔν τινι μορίῳ τοῦ ζώου τὸ αἷμα πλέον ἀθροισθὲν ὑπὲρ τὴν
δύναμιν αὐτοῦ γένηται, διαφθείρεται, καὶ μάλισθ’ ὅταν ἐμφραχθῇ
διὰ πάχος ἐν μικροῖς ἀγγείοις, ἢ σφηνωθῇ διὰ πλῆθος,
ὁποῖόν τι συμβαίνει κατά τε τοὺς βουβῶνας καὶ τὰ φύματα,
καὶ ἁπλῶς εἰπεῖν, ἁπάσας τὰς φλεγμονάς. ἐν γὰρ
ταῖς τοιαύταις διαθέσεσι κατὰ διττὴν αἰτίαν φθείρεται τὸ
αἷμα, τῷ τε μὴ διαπνεῖσθαι καὶ τῷ μὴ κρατεῖσθαι πρὸς τῆς
φύσεως. ὅτι δὲ καὶ τὰ μὴ διαπνεόμενα σήπεσθαι πέφυκεν,
ἐπὶ τῶν ἐκτὸς ἁπάντων ἐστὶ θεάσασθαι καρπῶν τε καὶ σπερμάτων,
ἤδη δὲ καὶ ἱματίων. ἐπαγαγεῖν δ’ ἡμᾶς ἱκανῶς
δύναται τῷ λεγομένῳ καὶ τὸ κατὰ τὰς πλευρίτιδας. ἀναβήττουσι
γὰρ ἐν αὐταῖς οἱ μὲν ἀφρῶδες, οἱ δ’ ὠχρὸν, οἱ δ’
ἐρυθρὸν ἰχῶρα, τοῦ κατὰ τὴν φλεγμονὴν ἐπικρατοῦντος
χυμοῦ τὸ μὴ στεγόμενον, ἀλλ’ ὑπὸ λεπτότητος ἔξω ἱδρούμενον.
ἔστι δ’ ὅτε καὶ μέλας ὁ ἰχὼρ φαίνεται οὗτος, καὶ οὐδὲ
Work
Title: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 273-405
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_059.xml [278 Kb]