Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

μὲν οὖν καὶ ἡ τῶν ἑκτικῶν ἁπάντων πυρετῶν ἐστι διάθεσις, ὅταν γε τὸν τῆς ἀρχῆς χρόνον ὑπερβῶσιν. ὁρίζω δὲ τὴν ἀρχὴν οὐχ ἡμερῶν ἢ ὡρῶν ἀριθμῷ, καθότι μηδ’ ἐν τοῖς ἄλλοις νοσήμασιν, ἀλλὰ τῷ ποιῷ τῆς διαθέσεως. ἐν γὰρ τῷ πρῶτον ἐκτρέπεσθαι τῆς κατὰ φύσιν εὐκρασίας τὸ σῶμα τῆς καρδίας οὔθ’ ἡ σύμφυτος ὑγρότης ἀπόλωλεν εὐθέως οὔθ’ ἡ δύναμις ἀῤῥωστεῖ, ἀλλὰ πρῶτον μὲν οἷον ζέσις τις γίνεται τῆς ὑγρότητος, ἐν ᾧ δὴ καιρῷ ῥᾷστον ἰᾶσθαι τὸν τοιοῦτον πυρετὸν, ὡς ἂν μηδὲν τῆς δυνάμεως ἤδη πεπονθυίας· ἐφεξῆς δὲ καὶ δαπάνη τις ἐπὶ τῇ ζέσει, καὶ ταύτης ἐπιπλέον ἤδη προερχομένης καὶ αὐτὰ τὰ ὁμοιομερῆ σώματα, τὰ οἷόν περ στοιχεῖα τῆς καρδίας, ξηρότερά τε καὶ ἀτροφώτερα γίγνεται, καὶ ἡ δύναμις ἄῤῥωστος εἰς τοσοῦτον, εἰς ὅσον περ ἂν ἥ τε ξηρότης ἐν αὐτῇ κρατῇ καὶ ἡ θερμότης, ὧν ἤρκει καὶ θάτερον ἐπικρατῆσαν ἄτονον ἐργάσασθαι δύναμιν. ὁ τοιοῦτος πυρετὸς ἤδη πως ἐπαμφοτερίζει καὶ μέσος ἐστὶ τοῦ τ’ ἀνιάτου παντάπασιν ἐκείνου τοῦ μαρασμώδους καὶ τοῦ μικρὸν ἔμπροσθεν εἰρημένου τοῦ κατ’ ἀρχὰς ἔτι ῥᾴστου θεραπεύεσθαι. πλάτη

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]