Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

τῷ λιμῷ τῷ μεγάλῳ. τῶν μὲν οὖν συνόχων διαφέρουσιν, ὡς εἴρηται, οἱ ἑκτικοὶ πυρετοί· τῶν δὲ ἄλλων τῶν ἀθλίπτους ἐχόντων τὰς ἐπισημασίας αὐτῷ μάλιστα τούτῳ διαφέρουσι, τῷ θλίψιν μέν τινα πάντως ἐκείνοις προσγίγνεσθαι τραφεῖσιν ὑπὸ τὴν εἰσβολὴν τοῦ παροξυσμοῦ, τοῖς δ’ ἑκτικοῖς τὴν οἷον ἄθλιπτον ἐπισημασίαν ἐπὶ ταῖς τροφαῖς συμπίπτειν, οὐκ οὖσαν μὲν, ὡς ὀλίγον ἔμπροσθεν εἶπον, ἐπισημασίαν, ἐξαπατῶσαν δὲ τοὺς ἀγυμνάστους περὶ τὰ τοιαῦτα τῷ τε πλήθει τῆς θερμασίας καὶ τῷ μεγέθει καὶ τῷ τάχει τῶν σφυγμῶν. ἐναργέστερον δὲ κατὰ τὴν ἑξῆς ἡμέραν ὁ τοιοῦτος ἐπιγνωσθήσεται πυρετὸς, ἐπιμελέστερον ἔτι παραφυλαξάντων ἡμῶν, ἄχρι πόσου παραμένει τὰ μετὰ τὸ τραφῆναι τὸν ἄνθρωπον ἔν τε τοῖς σφυγμοῖς ἀλλοιωθέντα καὶ περὶ τὴν θερμασίαν. εὑρεθήσεται γὰρ ἄχρι τοσούτου ἠλλοιῶσθαι τὰ φαινόμενα σύμπαντα σαφῶς, ἄχρι περ ἂν ἡ ἀπὸ τῆς τροφῆς ἀνάδοσίς τε καὶ πρόσθεσις ὑγραίνηται τὸν αὐχμὸν τῆς καρδίας, εἶτ’ αὖθις εἰς τὴν ἐξ ἀρχῆς κατάστασιν ἐπανερχόμενα τὴν πρὸ τοῦ τραφῆναι τὸν ἄνθρωπον. εἰ τοίνυν ἐν ἑτέρῳ καιρῷ θρέψειας

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]