Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

αὐτὸν ἐν τῇ μετὰ ταύτην ἡμέρᾳ, καὶ πάλιν ἐν ἑτέρῳ κατὰ τὴν ἑξῆς, εὑρήσεις ὃ λέγω γινόμενον, αὐξανομένην μὲν ἐπὶ τῇ τροφῇ τὴν θερμασίαν, ἀλλοιουμένους δὲ, ὡς εἴρηται, τοὺς σφυγμούς. ἔοικε γὰρ αὐτοῖς συμβαίνειν οἷόν τι κᾀπὶ τῆς τιτάνου καὶ τῶν λίθων τῶν διατεθερμασμένων. εἰ γὰρ καὶ ψυχρότατον ὕδωρ αὐτῶν καταχέεις, πολὺ θερμότεροι φαίνονται, τρεφομένης, ὡς ἔοικε, τῆς αὐχμώδους ἐν αὐτοῖς θερμασίας ὑπὸ τῆς ὑγρᾶς οὐσίας. ἥτις μὲν οὖν ἐστιν ἡ αἰτία δι’ ἣν τοῦτο γίγνεται, τῶν φυσικῶν προβλημάτων ἐστίν· ὅτι δὲ οὕτως γίγνεται, μαθεῖν ἔνεστιν ἅπαντι τῷ πειραθῆναι βουληθέντι. λαβὼν γοῦν ἐπὶ τὴν χεῖρα βῶλον τιτάνου καταφρονεῖ τῆς αὐτῆς θερμασίας καὶ οὐκ αἰσθάνεται· εἰ δὲ ἀποτιθέμενος χαμαὶ καταχέεις αὐτῆς ὕδωρ, ὄψει μὲν αὐτίκα μάλα θερμαινομένην τε καὶ οὕτω ζέουσαν, ὥσπερ οἱ λέβητες, ὅταν ὁμιλήσωσι παμπόλλῃ φλογί· θεάσῃ δὲ καὶ ἀτμὸν οὐκ ὀλίγον ἀναφερόμενον ὑπ’ αὐτῆς· εἰ δὲ καὶ ἅψασθαι τολμήσειας ἐν τῷδε, καυθήσῃ ῥᾳδίως. οὕτως ἄρα πρός γε τὴν αἴσθησιν ἡ ὑγρὰ θερμότης οὐκ ὀλίγῳ τινὶ τῆς ξηρᾶς ἐναργεστέραν ἔχει τὴν δύναμιν. ὅτι δὲ ξηρὰ θερμότης ἐστὶν ἡ κατὰ τοὺς ἑκτικοὺς

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]