Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

πυρετοὺς, οἷς ἕπεται μαρασμὸς, ἔνεστί σοι κᾀντεῦθεν μαθεῖν· οὐδεὶς ἐξ ἀρχῆς εὐθέως ἑάλω τοιούτῳ πυρετῷ τῶν ὑγρὰν ἐχόντων τὴν ἕξιν τοῦ σώματος, ἀλλ’ ὅσοι καὶ φύσει ξηρότεροι, καὶ μάλιστα εἰ σὺν τούτῳ θερμοὶ τὴν κρᾶσιν εἶεν, εἵλοντό τε βίον ἐν πόνοις καὶ ἀγρυπνίαις καὶ φροντίσι καὶ διαίτῃ λεπτῇ, τούτοις εἴωθεν εὐθὺς ἐξ ἀρχῆς εἰσβάλλειν ἑκτικὸς πυρετὸς ἐπὶ θυμοῖς ἢ λύπαις· ἔτι δὲ καὶ μᾶλλον εἰ θέρους ὥρᾳ συμπέσοι καὶ κατάστασις θερμὴ καὶ ξηρὰ καὶ χωρίον τοιοῦτον. ὅρος δὲ τῆς ἀρχῆς αὐτοῦ τὸ κατὰ τὸν χρόνον, ἐν ᾧπερ οἱ ἐφήμεροι διὰ παρακμῆς ἐπιεικοῦς εἰς ἀπυρεξίαν ἔρχονται, πρὸς τῷ μηδὲν αὐτοῖς γίγνεσθαι τοιοῦτον, ἐναργῶς ἐπιτείνεσθαι τὴν ξηρότητα. τότε γὰρ πρῶτον ὑποχωρήσας τῶν ἐφημέρων, ἑκτικὸς ἤδη γίνεται. τῆς δ’ οἷον αὐξήσεώς τε καὶ τελείας συμπληρώσεως αὐτοῦ ὅρος ἕτερός ἐστιν ὁ κατὰ τὴν τρίτην ἡμέραν παροξυσμός· εἰ γὰρ, ὡς ὀλίγον ἔμπροσθεν εἴρηται, κατὰ τήνδε μήτ’ εἰσβάλλει τις ἕτερος παροξυσμὸς μήτ’ ἀπύρεκτος ὁ κάμνων γένοιτο, τῆς ξηρότητος ἐπιτεινομένης αὐτῷ, βεβαίως ὁ τοιοῦτος ἤδη τῶν ἑκτικῶν ἐστι,

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]