Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

καὶ προϊόντος δὲ τοῦ χρόνου μαρασμώδης ἔσται ταχέως, σφυγμός τε ἀμυδρός τε ἅμα καὶ σκληρὸς γίνεται. εὐθὺς δὲ δήπου καὶ μικρὸς ἐξ ἀνάγκης τοιοῦτός ἐστι καὶ πυκνὸς, οὐ μὴν διὰ ταῦτά ἐστι μαρασμώδης, ἀλλὰ διὰ τὴν ἀμυδρότητα καὶ σκληρότητα. γίνεται γὰρ ἡ μὲν ἀμυδρότης ἐπὶ ταῖς ἰσχυραῖς τῆς καρδίας δυσκρασίαις· ἡ δὲ σκληρότης ἐπὶ ταῖς ξηρότησιν· ἢν δὲ δὴ ταῦτα τὴν καρδίαν καταλάβῃ τὰ παθήματα, πυρέττειν ἀνάγκη τὸ ζῶον ἐν τῷδε μαρασμώδη πυρετόν. εἰς δὲ τὸν αὐτὸν τοῦτον ἐμπίπτουσι πυρετὸν ἐκ τῶν ὀξέων τε καὶ καυσωδῶν οἱ πλεῖστοι τῶν κακῶς ἰατρευθέντων, καὶ μάλισθ’ ὅσοι δεόμενοι ὕδατος πιεῖν ψυχροῦ πρὸς τῷ μὴ πιεῖν οὐδ’ ἄλλο τι ψυκτήριον ἴαμα τοῦ θώρακος καὶ τῶν ὑποχονδρίων ἔσχον. εἰ δὲ δὴ πρὸς τῷ μηδὲ τούτων τι σχεῖν ἔτι καὶ τοῖς διὰ μέλιτος ἐπὶ πλεῖστον ἐχρήσαντο καταπλάσμασιν, ἃ νῦν ἐπιπολάζει, ἐπιπλέον μαρανθῆναι τούτοις ἕτοιμον, εἴθ’ ἁπλῶς πυρέττοιεν, εἴτ’ ἐφ’ ἥπατος ἢ γαστρὸς φλεγμονῇ. μάλιστα γὰρ οὖν δὴ ταύταις ταῖς φλεγμοναῖς οὐκ ὀρθῶς θεραπευομέναις ἕπονται μαρασμοί· ὥστε τινες ᾠήθησαν οὐδ’ ἄλλως δύνασθαι γενέσθαι τὸ τοιοῦτον πάθος, οὐκ εἰδότες

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]