Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

ὡς οὔτε τούτων οὐδέτερον, οὐδ’ ἄλλο τι σπλάγχνον ἤ μόριον, οὔτε μαρασμὸν οὔθ’ ὅλως ἑκτικὸν οὐδένα πυρετὸν ἀπεργάζεται, πρὶν, ὡς εἴρηται, παθεῖν τὴν καρδίαν. ἄρχεται δὲ τὸ πάθος αὐτῇ ποτὲ μὲν ἐξ αὐτῆς, ὡς ἐπὶ θυμοῖς καὶ λύπαις ἰσχυραῖς καὶ μακραῖς· ἐνίοτε δὲ ἐπὶ τοῖς καυσώδεσι πυρετοῖς· ἔστιν ὅτε δὲ ἐπὶ τοῖς κατὰ πνεύμονα καὶ θώρακα πάθεσι, καὶ μάλιστα ἐμπυήμασί τε καὶ φθόαις. ὥσπερ δὲ ἐπὶ τούτοις, οὕτως ἐπὶ γαστρὶ καὶ ἥπατι καὶ ἁπλῶς εἰπεῖν ἁπάσαις χρονιζούσαις φλεγμοναῖς ἐπὶ κυρίοις μέρεσιν ἅμα ξηρότητι τοῦ γε σύμπαντος ζώου καὶ μάλιστα τῆς καρδίας. ἐγὼ γοῦν οἶδα καὶ κώλου φλεγμονῇ χρονισάσῃ μαρασμὸν ἀκολουθήσαντα, καὶ στομάχου καὶ κύστεως καὶ νεφρῶν. ἐγίνοντο δέ τινες οὐχ ἥκιστα καὶ τῶν δυσεντερικῶν ἐν τοιούτῳ πυρετῷ, φλεγμηνάντων αὐτοῖς δηλονότι τῶν ἐντέρων. καὶ λειεντερίαις δὲ καὶ διαῤῥοίαις μακραῖς, ὅταν ἤτοι γε εὐθέως ἀπ’ ἀρχῆς, ἢ ἐν τῷ χρόνῳ προϊόντι πυρετὸς συμπέσῃ βληχρὸς, ἕπονται μαρασμοὶ, καὶ ἁπλῶς εἰπεῖν, ὅταν ἤδη 

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]