Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

τινὲς δὲ παραυξάνονται κατὰ βραχύ· τρίτοι δ’ ἄλλοι μειοῦνται κατὰ βραχύ. καί τινες ὀνόματα τοῖς μὲν πρώτοις ὁμοτόνους τε καὶ ἀκμαστικοὺς ἔθεντο· τοῖς δὲ δευτέροις ἀναβατικούς τε καὶ ἐπακμαστικούς· τοῖς δὲ τρίτοις παρακμαστικούς. τῶν δὲ συνεχῶν δύο μέν εἰσιν αἱ πρῶται διαφοραὶ, τῶν μὲν διὰ τρίτης μόνον παροξυνομένων, ἑτέρων δὲ κᾀν τῇ μέσῃ φερόντων παροξυσμόν. οὗτοι μὲν οὖν οὐδὲν ἴδιον ἐξαίρετον ὄνομα κέκτηνται· τοὺς δὲ διὰ τρίτης παροξυνομένους ἐγὼ μὲν ὀνομάζω τριταιοφυεῖς, οὐ μὴν κωλύω γε τὸν βουλόμενον ἕτερον αὐτοῖς ἐπιφέρειν ὄνομα, φυλαττομένης τῆς ἐν τοῖς πράγμασι διαφορᾶς. ἄλλη μὲν γάρ ἐστι φύσις, ὅταν εἰς πυρεξίαν παύωνται, ἄλλη δ’ ὅταν εἰς παρακμὴν πυρετώδη τελευτῶσιν οἱ διὰ τρίτης συνεχεῖς παροξυνόμενοι πυρετοί· καὶ πρὸς τούτοις ἔτι φύσις ἑτέρα τίς ἐστι τῶν καὶ ἐν τῇ μέσῃ παροξυνομένων. ἡμιτριταῖον δὲ τούτων οὐδένα καλῶ, οὐ μὴν οὐδὲ κωλύω τοὺς βουλομένους ὀνομάζειν οὕτως, εἴ μοι τοῦθ’ ἓν μόνον φυλάττοιτο πρὸς αὐτῶν, τὸ μηδεμίαν 

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]