Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

ἰδέαν παραλείπεσθαι πυρετοῦ, λέγεσθαι δὲ ἐφεξῆς ἁπάσας, ὡς ἐγὼ νῦν ἐνεστησάμην τόνδε τὸν λόγον. τῶν γὰρ κᾀν τῇ μέσῃ παροξυνομένων συνεχῶν ἔνιοι μὲν ἐν ἀμφημερινοῦ σχήματι προέρχονται, τοὺς δύο παροξυσμοὺς ὁμοιοτάτους ἀλλήλοις ποιούμενοι· τινὲς δ’ ἀνομοίους ἔχοντες τοὺς δύο, τῷ μὲν πρώτῳ τὸν τρίτον ὁμοιότατον ἴσχουσι, τῷ δὲ δευτέρῳ τὸν τέταρτον, ἐν σχήματι δυοῖν τριταίων προϊόντες. οὗτοι μὲν ἐπὶ χολώδει μᾶλλον· οἱ δὲ καθ’ ἑκάστην ἡμέραν ὁμοίως παροξύνοντες ἐπὶ φλεγματικωτέρῳ συνίστανται χυμῷ. τρίτον δ’ ἄλλο γένος ἐστὶ τῶν συνεχῶν πυρετῶν σπανίως γιγνόμενον, ἐπειδὰν ὁ παροξυσμὸς ἐν σχήματι τεταρταίου περιόδου προέρχηται μὴ παυόμενος εἰς ἀπυρεξίαν. γίγνεται δὲ ὥσπερ ὁ διὰ τρίτης ἔστιν ὅτε διπλοῦς καὶ τριπλοῦς, οὕτω καὶ οὗτος οὐ μόνον διπλοῦς, ἀλλὰ καὶ τριπλοῦς. αἱ μέν τοι τοιαῦται τῶν πυρετῶν ἐπιπλοκαὶ τῆς περὶ τύπων εἰσὶ θεωρίας ἴδιαι. τῶν δ’ ἐπὶ χυμοῖς ἀναπτομένων ἁπλῶν πυρετῶν αἱ σύμπασαι διαφοραὶ τοσαῦται τὸν ἀριθμόν εἰσιν, ὅσαι περ εἴρηνται νῦν· ἐξ ἐπιμιξίας δ’ αὐτῶν ἕτεραί τινες γίνονται,

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]