Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

περὶ ὧν ἐφεξῆς ἐρῶ, πρότερόν γε περὶ τῶν ἁπλῶν ἔτι τὸ λεῖπον προσθεὶς, ὡς ὅστις ἂν ἀκριβῶς ἁπλοῦς ᾖ πυρετὸς, ἓν εἶδος οἷον κανόνα τινὰ κεκλήρωται τῶν νῦν ὑφ’ ἡμῶν λεχθησομένων· ὅστις δ’ ἂν τοῦτο νοθεύσῃ κατά τι, κατὰ τοσοῦτον ἀποχωρεῖ τῶν ἁπλῶν πυρετῶν.

Ὁ μὲν γὰρ ἐπὶ τῇ ξανθῇ χολῇ διὰ τῶν αἰσθητικῶν σωμάτων φερομένῃ γιγνόμενος εἰσβάλλει τε μετὰ ῥίγους καὶ καυσώδης ἐστὶ, καὶ χολῆς ἐμέτοις, ἢ διαχωρήσεσιν, ἢ ἱδρῶσιν, ἤ τισιν αὐτῶν, ἢ πᾶσιν ἅμα ἐκλύεται. τοῦ τοιούτου πυρετοῦ τὸ μῆκος τοῦ παροξυσμοῦ τὸ μέγιστον ὡρῶν ἐστιν ἰσημερινῶν δώδεκα, καὶ καλοῦμεν αὐτὸν ἀκριβῆ τριταῖον, ἐπὶ κράσει τοῦ κάμνοντος χολώδει, καὶ ὥρᾳ καὶ καταστάσει καὶ διαίτῃ θερμῇ καὶ ξηρᾷ συνιστάμενον. εἴρηται δὲ καὶ τἄλλα τὰ συντελοῦντα πρὸς τὴν γένεσιν αὐτοῦ πάντα μικρὸν ἔμπροσθεν. ὀλιγοχρονιώτερος δὲ ὡς τὰ πολλὰ τοῦ προειρημένου μήκους ὁ παροξυσμὸς γίγνεται, παμπόλλην ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἔχων τὴν διαφορὰν, ἤτοι διὰ τὸ ποσόν τε καὶ τὸ ποιὸν αὐτῆς τῆς χολῆς, ἢ διὰ τὴν τοῦ κάμνοντος

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]