Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

δύναμιν, ἢ διὰ τὴν ὑπάρχουσαν τηνικαῦτα τῷ πάσχοντι τὴν διάθεσιν. ἡ μὲν γὰρ πλείων χολὴ τῆς ἐλάττονος μακρότερον φέρει τὸν παροξυσμόν· ἡ δὲ λεπτὴ τῆς παχείας βραχύτερον. οὕτω δὲ καὶ τῆς δυνάμεως ἡ μὲν ἰσχυροτέρα βραχύτερον· ἡ δ’ ἀσθενεστέρα μακρότερον. καὶ τῆς τοῦ σώματος διαθέσεως ἡ μὲν ἀραιὰ βραχύτερον· ἡ δὲ πυκνὴ μακρότερον. ὁ δὲ τοῦ διαλείμματος χρόνος ἐν τῷ τοιούτῳ πυρετῷ τὸ κατὰ τοὺς σφυγμοὺς σημεῖον τῆς σηπεδόνος τοῦ χυμοῦ παντάπασιν ἀδιάγνωστον ἔχει κατὰ τὴν ἑξῆς ἡμέραν ἢ νύκτα τοῦ παροξυσμοῦ· βραχέως δὲ ὑποτυφόμενον γνωστὸν ἀμυδρῶς ἐν τοῖς πρώτοις μέρεσι τῆς μετ’ αὐτήν· σαφέστερον δὲ ἤδη περὶ τὰ πέρατα τῆς αὐτῆς ἡμέρας ἢ νυκτός· ἔτι δὲ σαφέστερον ἐπὶ τῆς ἐχομένης, ἥτις προηγεῖται δηλαδὴ τῆς παροξυντικῆς ἡμέρας ἢ νυκτός. ἐν ἐκείνῃ δὲ αὐτῇ σαφὲς ἤδη τὸ σημεῖόν ἐστι, καὶ πολὺ μᾶλλον, εἰσβάλλοντος τοῦ παροξυσμοῦ, καὶ πολὺ μᾶλλον ἀναβαίνοντος ἐπὶ τὴν ἀκμήν. ἐν ταύτῃ δὲ ἧττον ἢ κατὰ τὴν ἀνάβασιν, καὶ μακρῷ πάλιν ἧττον ἐν τῇ παρακμῇ. τοῦτον τὸν πυρετὸν εἰ βούλοιο καλεῖν ἀκριβῆ τριταῖον, ὀνόματι χρήσῃ παλαιῷ·

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]