De Febrium Differentiis (On the Differences of Fevers)
Kühn 1824
εἰ δὲ μὴ, ἀλλ’ ἡμῖν γε συγχώρησον οὕτως ὀνομάζειν ἕνεκα σαφοῦς διδασκαλίας.
Ἔστι δ’ ἕτερος ἀκριβὴς ἁπλοῦς πυρετὸς, ἐπὶ φλέγματι σηπεδονώδει διὰ τῶν αἰσθητικῶν σωμάτων ὑπὸ τῆς φύσεως ὠθουμένῳ γιγνόμενος. ἄρχεται μὲν ἀπὸ καταψύξεως τῶν ἄκρων καὶ φρίκης μᾶλλον ἢ ῥίγους· δυσεκθέρμαντος δ’ ἐστὶ καὶ πολυχρόνιον ἔχει τὴν ἀνάβασιν ὡς ἐπὶ τὴν ἀκμὴν, ἐπειδὴ καὶ ὁ χυμὸς, ἐφ’ ᾧ συνίσταται, ψυχρὸς μέν ἐστι καὶ ὑγρὸς τὴν κρᾶσιν, γλίσχρος δὲ τὴν σύστασιν. δυσέξαπτός τε οὖν ἐστι διὰ ταῦτα καὶ βραδύπορος, καὶ πολλαχόθι κατὰ τοὺς πόρους ἰσχόμενος θλίβει μὲν ἐνίοτε καὶ βαρύνει τὴν δύναμιν, ἀνωμάλους δὲ καὶ πλέον ἀμυδροὺς ἐργάζεται καὶ μικροὺς τοὺς σφυγμοὺς ἔν τε ταῖς εἰσβολαῖς καὶ τῶν ἀναβάσεων ἐν τοῖς πρώτοις. γίγνεται μὲν οὖν καὶ τῷ χολώδει πυρετῷ κατὰ τὰς εἰσβολὰς τῶν παροξυσμῶν ἕκαστον τῶν εἰρημένων περὶ τὸν σφυγμὸν παθημάτων, ἀλλ’ ἐπ’ ἐκείνου μὲν ἐν τάχει καθίσταται τά τε ἄλλα καὶ ἡ ἀνωμαλία, τὰ πολλὰ μηδὲ συνεισβάλλουσα τοῖς τοιούτοις πυρετοῖς· ἡ θερμασία
Work
Title: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 273-405
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_059.xml [278 Kb]