Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

ἅπαν κενοῦσθαί τε καὶ διαφορεῖσθαι τὸ ἐξαφθὲν τοῦ μελαγχολικοῦ χυμοῦ. διὰ τοῦτο δὲ καὶ τὸ ῥῖγος αὐτοῖς ἐστιν, οἷον μάλιστα τοῖς ἐν κρύει καρτερῷ καταψυχθεῖσιν, οὐχ οἷόν περ ἐνίοτε γίνεται τοῖς ἐγκαυθεῖσιν, ἢ κοπωθεῖσιν, ἢ ἐπὶ φαρμάκοις θερμοῖς καὶ δάκνουσιν ἕλκει προσενεχθεῖσιν. ἀνάγκη δὲ τοῦ τοιούτου πυρετοῦ προηγήσασθαι μὲν ὅσα χολὴν ἀθροίζει μέλαιναν, ἐν ἐπιτηδεύμασι, καὶ διαίτῃ, καὶ καταστάσει, καὶ ὥρᾳ, καὶ χώρᾳ, τὴν φύσιν τε καὶ ἡλικίαν εἶναι τοῦ κάμνοντος μελαγχολικωτέραν. ὁ παροξυσμὸς δὲ καὶ τούτου τοῦ πυρετοῦ τῷ μήκει τοῦ χρόνου τῷ τριταίῳ παραπλήσιος, ἔστι δ’ ὅτε καὶ μακρότερος, ἔτι μένοντος ἀκριβῶς, ὡς ἂν ἐπὶ ψυχροτέρῳ χυμῷ συνισταμένου. ἡ δ’ αἰτία παραπλήσιος ἐπί τε τούτων ἐστὶ τῶν πυρετῶν καὶ τῶν ἄλλων ἁπάντων, ἡ τὴν διαφορὰν ἐργαζομένη τοῦ μήκους τῶν παροξυσμῶν, ὥσπερ ὀλίγον ἔμπροσθεν ἐπὶ τῶν ἀκριβῶν εἴρηται τριταίων, ἐν πλήθει καὶ ποιότητι τοῦ χυμοῦ καὶ ῥώμῃ καὶ ἀῤῥωστίᾳ δυνάμεως, ἔτι πρὸς τούτοις αὐτῇ τοῦ κάμνοντος τῇ διαθέσει τὴν διαφορὰν ἔχουσα. καὶ γὰρ καὶ τἄλλα πάντα αὐτοῖς ἀνάλογον ὑπάρχει τοῖς ἐπὶ τῷ πικροχόλῳ χυμῷ

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]