Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

συνισταμένοις. εἰ γοῦν μήτε σήποιτο μήτε φέροιτο σφοδρῶς διὰ τῶν αἰσθητικῶν σωμάτων ὁ μελαγχολικὸς χυμὸς, οὐκ ἂν ἀπεργάσεται τεταρταίαν περίοδον ἀκριβῆ. καὶ μὴν καὶ τοῖς ἰκτεριώδεσι παθήμασιν ἀνάλογον αἱ ἐπὶ σπληνὸς ἀῤῥωστίαι χρόνιαι μελαγχολικαὶ, καὶ δύσχροιαι περὶ τὸ σύμπαν γίνονται σῶμα· καὶ τοῖς ἐρυσιπέλασιν ἐπὶ τῇ ξανθῇ χολῇ συνισταμένοις ἀνάλογον οἵ τε καρκῖνοι καὶ αἱ φαγέδαιναι. πυρέττουσι δ’ οὔτε ἐν τούτοις ἐξ ἀνάγκης οὔτ’ ἐν τοῖς μελαγχολικοῖς, εἰ μὴ σαπείη πρότερον ὁ μελαγχολικὸς χυμός. πειρᾶται μὲν γὰρ ἡ φύσις ἀεὶ ἑαυτῆς χρωμένη δυνάμεσιν ὁμοιοῦν μὲν τοῖς τρεφομένοις ὅσον ἂν ἐγχωρῇ γενέσθαι χρηστὸν, ἐκκρίνειν δὲ τὸ μὴ τοιοῦτον· ἢν δέ ποτε διὰ πάχος, ἢ πλῆθος, ἢ γλισχρότητα τοῦ περιττώματος, ἤ τινα στέγνωσιν τῶν ὁδῶν, ἢ καὶ διὰ τὴν ἑαυτῆς ἀσθένειαν ἀδυνατήσῃ πᾶν ἐκκρῖναι τὸ μοχθηρὸν, ἀναγκαῖον αὐτῷ χρονίζοντι κατὰ τὸ τοῦ ζώου σῶμα διαφθείρεσθαι. μένειν μὲν γὰρ οἷον ἦν ἐξ ἀρχῆς οὐδὲ τῶν ἄλλων ὑγρῶν οὐδὲν δύναται, μή τι γε δὴ τὸ οὕτω φαῦλον,

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]