Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

ῥιγοῦσι μόνον, ἀλλὰ καὶ πυρέττουσι. καὶ χρόνιός τε πάνυ καὶ δύσλυτος ἐπιγίγνεται ταῖς τοιαύταις αἰτίαις ὁ πυρετὸς ἐν ἀμφημερινοῦ σχήματι.

Τούτου τοῦ γένους ἐστὶ καὶ ἠπίαλος πυρετὸς ἰδίως ὀνομαζόμενος, ὅταν ἅμα πυρέττουσί τε καὶ ῥιγοῦσι, καὶ ἀμφοτέρων αἰσθάνονται κατὰ τὸν αὐτὸν χρόνον, ἐν ἅπαντι μορίῳ τοῦ σώματος. Ἀρχιγένης μὲν οὖν οἴεται κατ’ ἄλλου μηδενὸς ἐπιφέρεσθαι μηδέποτε τοὔνομα τὸν ἠπίαλον ἀλλ’ ἢ κατὰ μόνου τοῦ τοιούτου πυρετοῦ. φαίνονται δὲ τῶν Ἀττικῶν ἀνδρῶν ἔνιοι καὶ τὸ πρὸ τοῦ πυρετοῦ ῥῖγος οὕτως ὀνομάζοντες. ὑαλώδη δέ μοι δοκεῖ προσαγορεύειν ὁ Πραξαγόρας τὸν χυμὸν τοιοῦτον· οἱ νεώτεροι δὲ, ὧν ἐστι καὶ Φίλιππος, ὠμὸν ἁπλῶς, οὐδὲν προστιθέντες εἰς ἀκριβῆ διορισμὸν ὄνομα. τῆς φλεγματώδους δ’ ἐστὶ δήπου καὶ αὐτὸς ἰδέας, ἱκανῶς ὑπάρχων ψυχρός τε καὶ γλίσχρος. ὃς γὰρ ἂν ὑγρὸς ἅμα καὶ ψυχρὸς ᾖ χυμὸς, ὑπὸ τὴν τοῦ φλέγματος ἀνάγεται προσηγορίαν, εἴ τις Ἱπποκρατείως τε καὶ συνήθως ἅπασιν, οὐ μόνον τοῖς παλαιοῖς ἰατροῖς, ἀλλὰ ἤδη καὶ τοῖς ἄλλοις Ἕλλησιν ὀνομάζειν 

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]