De Febrium Differentiis (On the Differences of Fevers)
Kühn 1824
τριταῖος ἀπὸ τῆς ἀρχῆς παροξυσμὸς ἔμελλεν εἰσβάλλειν δήπου
κατὰ τὴν πέμπτην ἡμέραν ὥρας τετάρτης, ὥστε εἶναι τὸ
μεταξὺ διάστημα τῆς ἀρχῆς τῶν δύο πυρετῶν ἓξ ὡρῶν, ὅπερ
οὖν καὶ ἐγένετο, περὶ μὲν τὴν δεκάτην ὥραν τῆς τετάρτης
νυκτὸς εἰσβάλλοντος παροξυσμοῦ κατὰ τὴν ἰδέαν τοῦ φλεγματικοῦ
πυρετοῦ, καὶ προελθόντος οὕτως ἄχρι τετάρτης ὥρας ἡμερινῆς,
ἐπισυνάψαντος δὲ αὐτοῦ τοῦ χολώδους ἅμα ῥίγει μετρίῳ,
τοὐντεῦθέν τε πάλιν ἐπίμικτον εἶδος ἔχοντος τοῦ παροξυσμοῦ
κατὰ τὴν τοῦ χολώδους τε ἅμα καὶ φλεγματώδους ἰδέαν. τῇ
δὲ ἐπιούσῃ νυκτὶ περὶ τὴν ὀγδόην ὥραν ὁ φλεγματώδης πυρετὸς
ἀρξάμενος ἀκριβής τε καὶ μόνος ἅπασαν κατέσχε τὴν ἑξῆς
ἡμέραν οὖσαν ἕκτην· εἶτα ἄχρι μέσης νυκτὸς παρακμάσας,
ἐντεῦθεν πάλιν ὑπῆρξε κατὰ τὸν αὐτὸν τρόπον· εἶτα τὸ ὑπόλοιπον
ἥμισυ τῆς νυκτὸς καὶ τὸ μέχρι μεσημβρίας τῆς ἑβδόμης
ἡμέρας κατασχὼν, ἤδη πως παρήκμαζεν, ἀλλ’ ὅγε τριταῖος
αὐτὸν διεδέξατο μετὰ ῥίγους εἰσβαλὼν, ὥσπερ εἴωθεν εἰσβάλλειν
ἀκριβὴς τριταῖος, καὶ τἄλλα πάντα κατὰ τὸν αὐτὸν
τρόπον ἀκριβῆ κομίσας γνωρίσματα, χολῆς ἔμετον εἰργάσατο,
Work
Title: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 273-405
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_059.xml [278 Kb]