De Febrium Differentiis (On the Differences of Fevers)
Kühn 1824
καὶ διαχώρησιν χολώδη, καὶ οὖρα χρηστὰ, καί τινα βραχεῖαν
νοτίδα δείλης ὀψίας, δηλῶν ἐναργέστατα τοῖς μεμαθηκόσι
διαγινώσκειν εἴδη πυρετῶν, ὡς ὑφίησί τέ τι καὶ παρακμάζει,
καὶ παύσαιτο ἄν που μετὰ μίαν που περίοδον, ἢ τὸ
πλεῖστον δευτέραν. καὶ γὰρ οὖν καὶ ἡ παρακμὴ ῥᾳστώνην
ἔσχε θαυμαστήν τινα, καὶ οἵαν οὐχ ἑτέρα τῶν ἔμπροσθεν,
ἄχρι νυκτὸς ὥρας τετάρτης. ἐν ἐκείνῃ γὰρ ὁ φλεγματικὸς
πυρετὸς ὁ καθ’ ἑκάστην μὲν ἡμέραν παροξυνόμενος, ὥραις δὲ
δύο προλαμβάνων, εἰσέβαλλε, καὶ κατασχὼν ὅλην τε τὴν
νύκτα καὶ τὴν ἑξῆς ἡμέραν ὅλην, αὖθις ὑπήρξατο κατὰ τὴν
ὀγδόην νύκτα δευτέρας ὥρας, ἥν τινα νύκτα κατασχὼν ὅλην,
παρήκμασε κατὰ τὴν ἑξῆς ἡμέραν τὴν ἐννάτην. ἔμελλε δὲ δήπου
καὶ ὁ τοῦ τριταίου παροξυσμὸς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γενήσεσθαι
περὶ τὴν ὀγδόην ὥραν, ἐπειδὴ δυοῖν ὥραιν ὑστέριζεν·
ἀλλὰ τότε γε περὶ ἐννάτην ὥραν εἰσέβαλλε, δηλῶν ἔτι κατὰ
τοῦτο τὴν ἑαυτοῦ παρακμήν. ἡλίου δὲ δυομένου, συνῆψεν
αὐτῷ προληπτικῶς εἰσβάλλων ὁ φλεγματώδης, ὡς εἰώθει,
καὶ τήν τε νύκτα κατασχὼν ἐκείνην καὶ τὴν ἑξῆς ἡμέραν,
αὖθις εἰσέβαλλε κατὰ τὴν δεκάτην ἡμέραν ὥρας δεκάτης·
Work
Title: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 273-405
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_059.xml [278 Kb]