Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

ἐφ’ ἑαυτῷ ποιούμενον τὴν ἀνάβασιν, ἐπέχεταί τε καὶ διακόπτεται, καί ἐστιν ὥσπέρ τις μάχη τῶν συμπτωμάτων, ἐνίοτε μὲν ἐκθερμαινομένου τοῦ κάμνοντος, ὅταν ἡ τοῦ τριταίου θερμότης ἰσχυρότερον ἐνεργήσασα πρὸς τὸ δέρμα τοὺς χυμοὺς ἀναφέρῃ· κατέχοντος δ’ ἔστιν ὅτε καὶ ἀντισπῶντος εἴσω τὴν τούτου κίνησιν τοῦ φλεγματώδους, ἀργοῦ, καὶ δυσκινήτου, καὶ ψυχροῦ, καὶ βραδυπόρου τὴν φύσιν ὑπάρχοντος· ἔν τε τῇ διαμάχῃ ταύτῃ κρατοῦντος μὲν τοῦ ψυχροῦ χυμοῦ συστολαὶ γίνονται καὶ φρῖκαι καὶ καταψύξεις τῶν ἀκραίων τε καὶ τοῦ δέρματος, ὡς δοκεῖν αὖθις ἕτερον εἰσβάλλειν παροξυσμόν· εἰ δ’ ὁ θερμότερος ἐπικρατήσειεν, ἀθρόως τε ἐπιθερμαίνονται καὶ πλησίον τῆς ἀκμῆς ἀφῖχθαι δοκοῦσιν· εἶτ’ ὀλίγον ὕστερον ἐπικρατήσαντος τοῦ φλεγματώδους, συστέλλονταί τε πάλιν οἱ κάμνοντες καὶ καταψύχονται, καὶ φρίττουσι, καὶ τοῦτ’ οὐ παύεται γινόμενον ἄχρι τῆς ἀκμῆς, ἥ τις καὶ αὐτὴ πρωϊαίτερον μὲν ἢ κατὰ τὸν φλεγματώδη χυμὸν, ὀψιαίτερον δὲ ἢ κατὰ τὸν χολώδη γιγνομένη φαίνεται. τοῦ μὲν γὰρ χολώδους τὸ τάχος ὁ φλεγματώδης ἐπέχει, τοῦ δ’ αὖ φλεγματώδους τὸ βραδὺ καὶ νωθρὸν ὁ χολώδης ἐπεγείρει.

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]