De Febrium Differentiis (On the Differences of Fevers)
Kühn 1824
Διττὴ δ’ ἐστὶν ἡ τοιαύτη διάθεσις, ἡ μέν τις ἀσθένεια τοῦ μορίου, καθ’ ἣν γεννᾶται τὰ περιττώματα· δευτέρα δὲ ἡ ἐξ αὐτῶν τῶν ἑκάστοτε γεννωμένων ἀθροιζομένη. μὴ γάρτοι δόκει, τοῖς μὲν ἐκτὸς ἀγγείοις τούτοις, ἐν οἷς ἑψόμενον ἔδεσμα κνισῶδες ἐγένετο, διάθεσιν ὑπολείπεσθαί τινα, τοῖς μέρεσι δ’, ἐν οἷς οἱ χυμοὶ σήπονται, μηδεμίαν. ἔτι δὴ μᾶλλον ἀδύνατον λυθῆναι τὴν διάθεσιν, ὅταν καὶ τὸ σύμπαν σῶμα κακόχυμον, ἢ καὶ πληθωρικὸν ὑπάρχῃ, καὶ πολὺ δὴ μᾶλλον, εἰ ἐν τούτοις προσγένοιτο στένωσις ἁπάντων τῶν ἐξοχετευόντων πόρων περιττώματα τοῦ μέρους. ὥσπερ οὖν καὶ ἡ ἴασις ἀκολουθήσειεν, ἐὰν οἵ τε πόροι διακαθαρθεῖεν, ὥστε εὔρουν εἶναι τὸ μόριον, ἥ τε δύναμις ῥωσθείη καὶ ἡ διάθεσις ἐπανορθωθείη, καὶ τὸ σύμπαν σῶμα μήτε πληθωρικὸν μήτε κακόχυμον εἴη· ἔστ’ ἂν δὲ ταῦτα διαμένῃ, καὶ τὴν περίοδον τῶν παροξυσμῶν ἀναγκαῖόν ἐστι διαμένειν. οὕτω γοῦν συμβαίνει κᾀπὶ τῶν γυναικῶν· καὶ γὰρ καὶ ταύταις ἄχρι περ ἂν ἶσά τε καὶ ὅμοια μένῃ τὰ τῶν καταμηνίων αἴτια, καὶ ἡ περίοδος αὐτῶν ἡ αὐτὴ φυλάττεται.
Work
Title: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 273-405
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_059.xml [278 Kb]