De Febrium Differentiis (On the Differences of Fevers)
Kühn 1824
ὅμοιον παράδειγμα, σαφηνείας δ’ ἕνεκα φύσαν ἐννόησόν μοι χαλκευτικὴν ἕλκουσαν εἰς ἑαυτὴν ἀέρα πάνυ θερμὸν, εἶτα θερμαινομένην ἔτι πρὸς αὐτοῦ, ἐκτεθερμασμένην δὲ οὐδέπω. μᾶλλον δ’ ἂν ἔτι τὸ παράδειγμα τὴν τοῦ δηλουμένου πράγματος ἐνδείξεται φύσιν, εἰ περιεχόμενον ὑγρὸν ἐν τῇ φύσῃ νοήσῃς, καὶ μᾶλλον ἔτι, εἰ τὰς ὀπὰς τῆς φύσης, δι’ ὧν ἕλκει τε καὶ ἐκπέμπει τὸν ἀέρα, στεγνὰς οὕτως ἐργασάμενος, ὡς ὑγρῷ μὲν ἀβάτους ὑπάρχειν, ἀέρι δὲ βασίμους· ἐν ᾧ δὴ καὶ μάλιστα διαφέρει τὰ τῆς φύσεως ἔργα τῶν ὑπ’ ἀνθρώπου γινομένων. ἀναμέμικται γὰρ ἔν τε ταῖς ἀρτηρίαις ἁπάσαις διὰ πολλῶν ὀπῶν ἅμα πνεούσαις ἡ ἀερώδης οὐσία τῷ αἵματι, καὶ κατὰ τὴν καρδίαν οὐδὲν ἧττον, ὡς ἂν σύῤῥους ὑπάρχουσα πάσαις αὐταῖς.
Ἄρχεται μὲν οὖν ἡ παρὰ φύσιν αὕτη θερμότης, ἥν περ καὶ πυρετὸν ὀνομάζομεν, ἄλλοτε ἐξ ἄλλου τῶν εἰρημένων, ἐπινέμεται δὲ καὶ συνδιατίθησι τῷ πεπονθότι τὰ λοιπὰ δύο γένη. ῥᾴστη μὲν οὖν ἡ ἐκ τῶν ὑγρῶν εἰς τὸ πνεῦμα μετάληψις τῆς θερμότητος, ἧττον δ’ ἑτοίμως τῷ
Work
Title: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 273-405
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_059.xml [278 Kb]