Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

ἀλλοιοῦσθαι πέφυκε· τῷ δ’ ἐπὶ θυμῷ πυρέττοντι, καὶ τούτῳ ζέσιν μέν τινα γενέσθαι τοῦ κατὰ τὴν καρδίαν αἵματος ἀναγκαῖον, οὐ μὴν ἤδη γε καὶ σῆψιν. οὕτω δὲ καὶ τῷ γυμνασαμένῳ πλείονα θερμασίαν ἀνῆφθαι παρὰ φύσιν ἄνευ σήψεως χυμῶν· καὶ ὅστις ἐπυκνώθη τὸ δέρμα, δριμύτερα περιττώματα δι’ αὐτοῦ κενούμενος, ἀθροισθέντων ἐκείνων, ἐπύρεξεν ἄνευ σηπεδόνος χυμῶν, καὶ μὲν δὴ καὶ οἱ ἐπὶ βουβῶσι πυρετοὶ πάντες κακοὶ, πλὴν τῶν ἐφημέρων, Ἱπποκράτης πού φησι, καίτοι καὶ ὁ βουβὼν ἐκ τοῦ γένους ἐστὶ τῶν φλεγμονῶν· καὶ σύμφημι κατά γε τοῦτο τῷ τῆς σήψεως λόγῳ, διὰ τοῦτο γὰρ ἐπὶ ταῖς φλεγμοναῖς πυρέττουσιν, οὐχ ὡς Ἐρασίστρατος ὑπελάμβανεν. ἀλλ’ ὅμως εἰσί τινες ἐπὶ βουβῶσι πυρετοὶ τοῦ γένους τῶν ἐφημέρων, ὥσπερ ἕτεροί τινες ἀγγέλλουσιν, οὐκ εὐμεταχείριστα νοσήματα, φλεγμονῆς ἢ ἕλκους ἢ ἀποστάσεως ἤ τινος ἑτέρας τοιαύτης ἐν σπλάγχνῳ διαθέσεως ἔγγονα. διαφέρουσι δὲ οἱ ἐπὶ βουβῶσιν ἐφήμεροι πυρετοὶ τῶν ἐπὶ ταῖς σήψεσι συνισταμένων ἤτοι κατά τι σπλάγχνον, ἢ κατὰ κοῖλα καὶ μέγιστα τῶν ἀγγείων, ὅτι τοῖς μὲν ἐπὶ

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]