De Febrium Differentiis (On the Differences of Fevers)
Kühn 1824
ἄχρι τοσούτου μένει θερμὸν, ἄχρι πέρ ἂν ἀποψυχθῇ κατὰ
βραχύ· τὸ δὲ σήπεσθαι πεφυκὸς ἐπινεμομένην ἀεὶ κατὰ τὸ
συνεχὲς ἴσχει τὴν θερμασίαν, ὥσπερ ποτὲ κατ’ ἀγρὸν ἐθεασάμην
κόπρον κτηνῶν τε ἅμα καὶ περιστερῶν ἔκ τινος μέρους
ὑφ’ ἡλίου θερμανθεῖσαν οὕτως ἰσχυρῶς, ὥστε παμπόλλην
ἀναθυμίασιν ἀφιέναι καπνοῦ δίκην ἀναφερομένην, ἰσχυρῶς
δάκνουσαν καὶ ἀνιῶσαν, εἴ τις πλησιάζοι, ὡς τούς τε ὀφθαλμοὺς
καὶ τοὺς μυκτῆρας βλάπτεσθαι· ἦν δὲ ἄρα καὶ τοῖς
ἁπτομένοις ἡ κόπρος οὕτω δήπου θερμὴ, ὥστε κατακαίειν
τοὺς ἐπὶ πλέον ἐντιθέντας αὐτῇ τὰς χεῖρας ἢ τοὺς πόδας·
οὐ μὴν εἰς ἀεί γε τὸ σύμπτωμα τοῦτο παρέμενεν, ἀλλὰ κατὰ
τὴν ἑξῆς ἡμέραν ἀπεψύχετο μὲν, ὅσον ἀκμαίως ἔζεσε τῆς κόπρου
κατὰ τὴν προτεραίαν· τὸ συνεχὲς δ’ αὐτῷ τὸ τέως
ὑποτυφόμενον, ἡνίκ’ ἀκμὴν εἶχεν ἡ πρώτη ζέουσα, τοῦτ’ ἐν
τῷ παρακμάζειν ἐκείνην αὐτὸ πάλιν ἀνεθερμαίνετό τε καὶ
ἀνέζει καὶ ὀλίγον ὕστερον ἤκμαζε, τῆς πρώτης ἀπεψυγμένης,
καὶ τοῦτο αὖθις παρήκμαζεν ὑποτυφομένου τοῦ συνεχοῦς
αὐτῇ, καὶ μικρὸν ὕστερον ἀνήπτετο μὲν ἐκεῖνο καὶ ἤκμαζεν,
Work
Title: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 273-405
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_059.xml [278 Kb]