De Febrium Differentiis (On the Differences of Fevers)
Kühn 1824
ἀπεψύχετο δὲ τὸ πρότερον. ἦν δὲ περίοδος σχεδόν τι χρόνος
ἡμέρας καὶ νυκτὸς, ὡς ἀμφημερινοῦ μάλιστα πυρετοῦ παράδειγμα
τὸ γινόμενον οἰκειότατον ὑπάρχειν. εἰ δέ γε καὶ δυσὶν
ἡμέραις καὶ νυξὶν ἡ εἰρημένη περίοδος ἐγίνετο, παράδειγμα ἦν
οὕτω τριταίου πυρετοῦ· καὶ μέν γε καὶ εἰ τρισὶ, τεταρταίου·
καὶ εἰ τέτταρσι, πεμπταίου, εἴπερ γε πεμπταῖός τίς ἐστι πυρετός·
ἐγὼ μὲν γὰρ οὔπω σαφῶς εἶδον οὔτε ταύτην τὴν περίοδον
οὔτ’ ἄλλην τινὰ ἐξωτέρω τῆς τεταρταίας. ἀλλὰ περὶ
μὲν τῶν κατὰ τὴν περίοδον παροξυνομένων αὖθις εἰρήσεται·
ἡ δὲ σῆψις τῶν χυμῶν ἡ ἐν τοῖς ἀγγείοις γινομένη παραπλησία
τῇ κατὰ τὰς φλεγμονὰς καὶ τὰς ἀποστάσεις ἐστὶ καὶ τὰ
ἄλλα τὰ φύματα, διττὴ μὲν κατὰ γένος, ἐξ ἐπιμιξίας δὲ τῶν
δύο γενῶν ἄλλη τις τρίτη ποικίλη κατ’ εἶδος, ὅτι καὶ τὸ τῆς
μίξεως ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ὑπερέχειν τε καὶ ὑπερέχεσθαι
θάτερον τῶν γενῶν, οὐκ εὐαρίθμητόν ἐστιν. ἀλλὰ τά
γε δύο γένη, τὸ μὲν ἕτερον ἐπικρατούσης τῆς φύσεως γίγνεται,
τὸ δὲ ἕτερον νενικημένης· ἐπικρατούσης μὲν, ὡς ἐπὶ
ταῖς φλεγμοναῖς τε καὶ τοῖς φυματώδεσιν ὄγκοις ἅπασι τὸ
Work
Title: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 273-405
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_059.xml [278 Kb]