De Febrium Differentiis (On the Differences of Fevers)
Kühn 1824
τε καὶ ὀδύναι πλέον ἕλκουσιν, αἱ δ’ ἀσθενέστεραι μεῖον·
οὕτω δὲ καὶ τὰ μὲν ἀπέριττα σώματα βραχύ τι τοῖς ἕλκουσι
πέμπουσι, τὰ δὲ περιττωματικά τε καὶ πληθωρικὰ τοσούτῳ
πλέον, ὅσῳ περ ἂν ἐξεστήκῃ τοῦ κατὰ φύσιν. αὗται
μὲν οὖν αἱ διαφοραὶ τῶν ῥευμάτων χωρὶς τῆς τῶν ῥευματιζομένων
ἀσθενείας γίνονται. ἕτεραι δὲ διά τε τὴν τούτων
ἀσθένειαν καὶ τὴν ἰσχὺν τῶν πεμπόντων τὰ περιττώματα.
πᾶσαι γὰρ αἱ χωρὶς τοῦ τρωθῆναι καὶ θλασθῆναι καταλαμβάνουσαι
τὰ μόρια φλεγμοναὶ περιττωμάτων τινῶν
κατασκηπτόντων ἐξ ἰσχυροτέρων εἰς ἀσθενέστερα γίνονται·
συνεξάπτουσι δ’ εὐθὺς αἱ τοιαῦται φλεγμοναὶ καὶ πυρετοὺς,
ὅταν ἤτοι διὰ μέγεθος, ἢ γειτνίασιν ἡ ἐξ αὐτῶν θερμότης ἐπὶ
τὴν καρδίαν ἐξικνῆται. σήπεται μὲν οὖν ἐν πάσαις ταῖς
φλεγμοναῖς τὰ κατασκήψαντα περιττώματα διὰ τὰς εἰρημένας
ἔμπροσθεν αἰτίας· οὐχ ὁμοίως δὲ σήπεται τὰ πάντα,
τῷ τὰ μὲν εἶναι φλεγματικὰ, τὰ δὲ μελαγχολικὰ, τὰ δὲ
πικρόχολα. σηπομένων δὲ αὐτῶν ἀνάπτεται θερμασία παρὰ
φύσιν ἐν τῷ φλεγμαίνοντι μορίῳ, συνεκθερμαίνουσα μὲν,
Work
Title: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 273-405
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_059.xml [278 Kb]