Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

σηπεδόνος ἤτοι πλῆθός τι νεκρῶν ἐστι μὴ καυθέντων, ὡς ἐν πολέμοις εἴωθε συμπίπτειν· ἢ ἐκ τελμάτων τινῶν, ἢ λιμνῶν ἀναθυμιάσεις ὥρᾳ θέρους· ἔστι δ’ ὅτε κατάρχει μὲν ἄμετρος θερμασία τοῦ περιέχοντος, ὡς ἐπὶ τοῦ καταλαβόντος Ἀθηναίους λοιμοῦ, καθά φησιν ὁ Θουκυδίδης· ἀλλ’ ἐν καλύβαις πνιγηραῖς ὥρᾳ θέρους διαιτωμένων ὁ φθόρος κατὰ τὸ σῶμα ἐγίνετο. τῷ δ’ εἶναι τοὺς ἐν τῷ σώματι χυμοὺς ἐκ μοχθηρᾶς διαίτης ἐπιτηδείους εἰς σῆψιν ἀρχὴ τοῦ λοιμώδους γίνεται πυρετοῦ. τάχα δὲ καὶ κατὰ τὸ συνεχὲς ἐξ Αἰθιοπίας ἐῤῥύη τινὰ σηπεδονώδη μιάσματα τοῖς ἐπιτηδείως ἔχουσι σώματα βλαβῆναι πρὸς αὐτῶν, αἴτια πυρετοῦ γενησόμενα. χρὴ γὰρ μεμνῆσθαι τούτου ἀεὶ παρ’ ὅλον αὐτὸν τὸν λόγον, ὡς οὐδὲν τῶν αἰτίων ἄνευ τῆς τοῦ πάσχοντος ἐπιτηδειότητος ἐνεργεῖν πέφυκεν· ἢ οὕτως ἂν οἵ τ’ ἐν ἡλίῳ θερινῷ διατρίψαντες ἅπαντες ἐπύρεττον οἵ τ’ ἐπὶ πλέον κινηθέντες, ἢ οἰνωθέντες, ἢ θυμωθέντες, ἢ λυπηθέντες. οὕτω δ’ ἂν, οἶμαι, καὶ περὶ κυνὸς ἐπιτολὴν ἅπαντες ἐνόσουν ἔν τε τοῖς λοιμοῖς ἀπέθνησκον· ἀλλ’, ὡς

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]