Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

ἢ τάσιν, ἢ ξηρότητα. πῆξιν μὲν οὖν αἱ ἰσχυραὶ καταψύξεις ἐργάσονται· τάσιν δὲ αἵ τε φλεγμοναὶ καὶ οἱ σκίῤῥοι καὶ ἡ τῶν νεύρων ἀνάλογος φλεγμοναῖς διάθεσις· ξηρότητα δὲ αἵ τε κενώσεις αἱ πολυχρόνιοι, ἢ διὰ ῥεῦμα γαστρὸς, ἢ λειεντερίαν, ἢ δυσεντερίαν, ἢ ἐμέτους μακροὺς, ἤ τι τοιοῦτον ἕτερον, ὅ τε πολυχρόνιος λιμὸς, οἵ τε καυσώδεις τῶν πυρετῶν οἱ μακροὶ, καὶ τὸ σύμπαν εἰπεῖν, ὅσοι ξηραίνουσιν ἰσχυρῶς αὐτοῦ τοῦ ζώου τὰ μόρια τὰ στερεὰ, καθάπερ οὖν καὶ οἱ ἑκτικοὶ πυρετοὶ, περὶ ὧν ἤδη λέγειν καιρὸς, ἀπὸ τῆς γενέσεως αὐτῶν ἀρξαμένους.

Γίνονται τοίνυν οἱ ἑκτικοὶ καλούμενοι πυρετοὶ κατὰ διττὸν τρόπον, ὡς τὰ πολλὰ μὲν ἐπὶ τοῖς καυσώδεσιν, ἤτοι μηκυνθεῖσιν εἰς τοσοῦτον, ὡς ἐκδαπανῆσαι τῷ χρόνῳ τὴν ἰκμάδα τοῦ τῆς καρδίας σώματος, ἢ καὶ μενούσης ἔτι συχνῆς. ἐκεῖνοι μὲν οὖν οὐχ ἑκτικοὶ μόνον εἰσὶν, ἀλλὰ ἤδη καὶ μαρασμώδεις· οἱ δ’ ἔτι μενούσης τῆς ὑγρότητος γιγνόμενοι, τὸ σῶμα τῆς καρδίας αὐτὸ καταλαβόντες, ἐντεῦθεν

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]