De Febrium Differentiis (On the Differences of Fevers)
Kühn 1824
ὀνομαζέσθω τοιγαροῦν ἕνεκα σαφοῦς διδασκαλίας ὁ μὲν ἑκάστης
ἡμέρας παροξυνόμενος, εἰς δ’ ἀπυρεξίαν παυόμενος, ἀμφημερινὸς
ἁπλῶς οὕτω, μηδὲν ἔτι προστιθέντων αὐτῷ κατὰ
τὸν λόγον· ὁ δὲ μὴ παυόμενος, ἀμφημερινὸς συνεχής· ἐξέστω
δ’, εἴ τις βούλοιτο, καὶ θατέρῳ προστιθέναι τὸ διαλεῖπον.
οὕτω δὲ κᾀπὶ τοῦ διὰ τρίτης, ἡ μὲν ἑτέρα διαφορὰ τριταῖος
ἁπλῶς, ἢ καὶ διαλείπων τριταῖος, ἡ δ’ ἑτέρα τριταῖος
συνεχής. ἐγχωρεῖ δὲ καὶ τὸν συνεχῆ τριταῖον ὀνομάζειν
διὰ τρίτης, ἁπλῶς οὕτω χωρὶς προσθήκης τινὸς, ὥσπερ γε
καὶ ὀνομάζουσί τινες. ἀλλὰ γὰρ οὐ χρὴ μηκύνειν ἔτι περὶ
τῶν ὀνομάτων, ἐπανέρχεσθαι δὲ ἐπὶ τὸ προκείμενον.
ὁ γάρτοι νεανίσκος, ἐφ’ οὗ τὴν ἐπιπλοκὴν ἔφην γεγονέναι τοῦ
τριταίου πρὸς τὸν ἀμφημερινὸν τὸν συνεχῆ, κατὰ μὲν τὴν
πρώτην ἡμέραν ἕωθεν ὑπήρξατο μετὰ ῥίγους οἰκείου τριταίῳ
πυρετῷ, καὶ τἄλλα σύμπαντα φυλάττων ἀκριβοῦς τριταίου
γνωρίσματα μέχρι τῆς ἕκτης ὥρας, ἐξαιφνίδιόν τ’ ἔμετον χολώδη
τε καὶ πολὺν ἐκόμισε, καὶ γαστρὸς διαχώρησιν ἱκανὴν,
καὶ ταύτην χολώδη, καὶ μικροὺς ἱδρῶτας, ἐφ’ οἷς αὐτίκα
Work
Title: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 273-405
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_059.xml [278 Kb]