De Febrium Differentiis (On the Differences of Fevers)
Kühn 1824
τε καὶ διορίζεται τελέως, ὁποῖαι μέν τινές εἰσιν αἱ περὶ τῶν
πραγμάτων, ὁποῖαι δὲ αἱ περὶ τῶν ὀνομάτων ἀμφισβητήσεις.
ἴωμεν οὖν αὖθις ἐπ’ αὐτὰ τὰ πράγματα, τὸν ὑφ’ Ἱπποκράτους
ὀνομαζόμενον ἡμιτριταῖον τὸν φρικώδη καὶ συνεχῆ, ὃν
τριταῖος ἀμφημερινῷ μὲν τῷ συνεχεῖ κεραννύμενος ἀπεργάζεται,
τῷ διαλείποντι δ’ οὐκέτι, διὰ τὸ καὶ τὸν ἐξ ἀμφοῖν
συντιθέμενον ἐξ ἀνάγκης καὶ αὐτὸν διαλείποντα γίγνεσθαι.
οὐ μὴν οὐδ’ ἐκ δυοῖν συνεχῶν, τοῦ τε χολώδους καὶ τοῦ
φλεγματώδους, οἷόν τε γενέσθαι τὸν ἡμιτριταῖον. οὔτε γὰρ
φρικώδη ποιήσει τὸν τοιοῦτον πυρετὸν ἡ μίξις, οὔτε πολλὰς
ἐπαναδιπλώσεις ἔχοντα. παντὸς γὰρ συνεχοῦς πυρετοῦ κατὰ
τὸν ἑαυτοῦ λόγον, ὅταν ἀκριβὴς ᾖ, μήτε φρίκην ἔχοντος
μήτε ῥῖγος, οὐδ’ ὁ συγκείμενος ἐξ αὐτῶν ἔσται φρικώδης.
ἀναγκαῖον οὖν, εἰ μέλλοι φρικώδης τε ἅμα καὶ συνεχὴς ὁ αὐτὸς
ἔσεσθαι, τὴν γένεσιν ἴσχειν αὐτὸν ἐκ δυοῖν πυρετῶν, τοῦ
μὲν ἑτέρου διαλείποντος, τοῦ δὲ λοιποῦ συνεχοῦς. καὶ
διὰ τοῦτο τριταῖος μὲν ἀμφημερινῷ συνεχεῖ κεραννύμενος ἐργάζεται
τὸν ἡμιτριταῖον, οὔτε δ’ ἀμφότεροι διαλείποντες, οὔτε
Work
Title: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 273-405
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_059.xml [278 Kb]