Digital Corpus for Graeco-Arabic Studies

Galen: De Morborum Temporibus (Opportune Moments in Diseases)

Kühn 1824

ἔχει καὶ πρὸς τὴν αὔξησιν ἐπείγεται. τίς γὰρ ἂν εἴη φλεγμονῆς γένεσις, ὁποία ζώου κυουμένου διάπλασις; τίς ἐρυσιπέλατος, ἢ τίς εἰ οὕτως ἔτυχε πυρετοῦ; φαίνεται γὰρ ἕκαστον τούτων εὐθὺς ἅμα τῷ πρῶτον ἄρξασθαι τοιοῦτον ὑπάρχον τὴν ἰδέαν, ὁποῖόν ἐστι τὸ μέγιστον ἐν ταὐτῷ γένει, λειπόμενον δ’ ἐκείνου μόνον τῷ μεγέθει. θερμότερον γοῦν ἑαυτοῦ σὺν ὄγκῳ μείζονι μετ’ ὀδύνης τε ἅμα καὶ τάσεως γίνεται τὸ φλεγμαῖνον· ἀλλὰ ταῦτα κατὰ μὲν τὴν εἰσβολὴν μικρὰ, τοὐντεῦθεν αὐξάνεται μέχρι τινὸς μεγέθους, οὐκ ἴσου πᾶσιν, ὅθεν ἐφεξῆς ἤτοι διεφορήθη τοῖς βοηθήμασιν ὁ παρὰ φύσιν ὄγκος ἅμα τῷ καὶ τὴν ὀδύνην αὐτῷ καὶ τὴν θερμότητα συναποπαύεσθαι, ἢ μετέβαλεν εἰς πῦον. αὗται γὰρ αἱ τῆς φλεγμονῆς λύσεις, ἄν γε μέλλῃ λύεσθαι· περὶ τούτων γὰρ ἡμῖν ὁ λόγος ἔστω πρότερον, ἀναβεβλημένης κατὰ τὸ παρὸν εἰς ὕστερον τῆς περὶ τῶν μὴ λυομένων νοσημάτων ἐπισκέψεως. χρόνος οὖν οὐδείς ἐστιν ἴδιος ἐξαίρετος ἀποτεταγμένος τῇ γενέσει τῆς φλεγμονῆς, ἕτερος τοῦ τῆς αὐξήσεως, ἀλλ’ εἷς ὁ σύμπας, ἀπὸ τῆς πρώτης εἰσβολῆς ἄχρι τῆς ἀκμῆς

Work

Title: Galen: De Morborum Temporibus
English: Opportune Moments in Diseases
Original: Περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 406-439

Publisher: Cnobloch, Leipzig

Download