De Morborum Temporibus (Opportune Moments in Diseases)
Kühn 1824
ῥῖγος δ’ ἐπ’ ἄλλαις προφάσεσιν, ἃς ἐν ταῖς τῶν συμπτωμάτων
αἰτίαις εἴπομεν. ἀλλ’ ὅλον τὸ γένος τοῦτο τῶν
παροξυσμῶν παντάπασιν, ὡς ἔφην, ἀπόλλυται, καὶ πολλοὺς
πολλάκις ἡμεῖς ἐκωλύσαμεν ὑπὸ τῶν θαυμαστῶν τούτων
ἰατρῶν ἤτοι γ’ ἐπὶ τὸ λουτρὸν πεμφθέντας, ἢ τροφὴν προσενέγκασθαι
κελευθέντας, ὡς ὑπερβεβηκότας ἤδη τὰς ὑπόπτους
ὥρας τοῦ παροξυσμοῦ. συμβαίνει δὲ αὐτοὺς ἀγνοοῦντας
ἀκριβῶς ἅπτεσθαι τῆς ἀρτηρίας, ἐν τοῖς τοιούτοις σφάλμασι
καθίστασθαι. ἅπασι γὰρ τοῖς οὕτω παροξυνομένοις ἡ συστολὴ
θάττων γίγνεται· γνωρίζειν δ’ αὐτὴν οὐ παντός ἐστιν,
ἀλλὰ δεῖται μάλιστα τοῦτο τὸ ἔργον, εἴπερ τι καὶ ἄλλο τῆς
τέχνης, ἀσκήσεως ἱκανῆς, ἣν οὐχ οὐχ οἷόν τε ποιήσασθαι,
πρὶν τεχνωθῆναι τὸν εἰρημένον ὑφ’ ἡμῶν τρόπον ἐν τῷ
πρώτῳ τῆς διαγνώσεως τῶν σφυγμῶν. εἰ μὲν οὖν τις εἴη
γνωστικὸς τῆς συστολῆς τῶν ἀρτηριῶν, ἐγχωρεῖ τούτῳ
τίθεσθαι τοῦτ’ αὐτὸ τὸ μέρος τοῦ παροξυσμοῦ, καθ’ ὃ
τὴν συστολὴν ὠκυτέραν ἐγνώρισε γεγενημένην ἄνευ τῆς
διαστολῆς, ἀρχὴν τῆς περιόδου· τὸ δ’ ἐφεξῆς τῷδε ἐπανάβασιν,
ἄχρι τῆς ἀκμῆς· εἰ δὲ μὴ γνωρίζοι μηδὲ τοῦτο,
Work
Title: De Morborum Temporibus
English: Opportune Moments in Diseases
Original: Περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 406-439
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_060.xml [71 Kb]