De Morborum Temporibus (Opportune Moments in Diseases)
Kühn 1824
εἰς ἀπυρεξίαν ἰέναι. ὥσπερ οὖν ὁ ἀπὸ τῆς πρώτης εἰσβολῆς
παροξυσμὸς ἄχρι τῆς ἀκμῆς ἐν πολλῷ χρόνῳ παραγίνεται,
κατὰ τὸν αὐτὸν τρόπον ἀπὸ τῆς ἀκμῆς κατὰ βραχὺ μειοῦται.
καὶ τοίνυν ἐπὶ τῆς ὑστεραίας ἕτερος αὐτοῖς ἐπιγίνεται παροξυσμὸς,
φρικώδης μὲν ὁμοίως, ἀλλ’ οὐκ ἔχων τὰς ἐπαναλήψεις
ὡσαύτως τῷ πρόσθεν, ἢ εἴποτε κατὰ τὸ σπάνιον σχοίη,
μίαν ποιήσαιτο μόνην, ὀλιγοχρόνιόν τε καὶ σμικράν. ἀναβαίνει
δὲ καὶ οὗτος ὁ παροξυσμὸς ἐπὶ τὴν ἀκμὴν ἐν χρόνῳ
πολλῷ, καὶ παρακμάζει ὡσαύτως ἐν οὐκ ὀλίγῳ χρόνω,
καὶ διὰ τοῦτ’ αὐτὸ ἐπὶ τῆς τρίτης ἡμέρας ὁ αὐτὸς τῷ
κατὰ τὴν πρώτην ἐκδέχεται παροξυσμὸς, εἶτ’ αὖθις ὁ κατὰ τὴν
τετάρτην ὁ αὐτὸς τῷ κατὰ τὴν δευτέραν, καὶ τοῦτο ἐφεξῆς
ἀεί. τοῦτον ἐγὼ τὸν πυρετὸν ἕνεκα συντόμου καὶ σαφοῦς
διδασκαλίας ἑνὶ προσαγορεύειν βουλόμενος ὀνόματι, τέθεικα
κατ’ αὐτοῦ κλῆσιν ἡμιτριταῖον. εἰ μὲν οὖν καὶ Ἱπποκράτης
τὸν τοιοῦτον πυρετὸν ἡμιτριταῖον ἐκάλει, καθάπερ
ἐγὼ πείθομαι, δύο ἂν ἐκ τοῦ λόγου κερδαίνοις, ὅτι τε
πρᾶγμα μανθάνεις ἰατρικὸν, ὅτι τε τοὔνομα παλαιὸν ἐπιφέρεις
αὐτῷ· εἰ δ’ ἡγεῖταί τις ἕτερόν τινα πυρετὸν ὑφ’
Work
Title: De Morborum Temporibus
English: Opportune Moments in Diseases
Original: Περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 406-439
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_060.xml [71 Kb]