De Morborum Temporibus (Opportune Moments in Diseases)
Kühn 1824
καὶ τὴν ἐπὶ τοῦ μεγίστου μεγέθους στάσιν, ὡς πρὸς τὴν αἴσθησιν
ἡμῶν τῶν ἁπτομένων, αὐτῶν τε τῶν καμνόντων,
ἀκμήν. οὕτω γοῦν καὶ ἡ τῶν ἡλικιῶν ἀκμὴ τὸ τελεώτατόν
ἐστι, καὶ φαίνεται καὶ τούτῳ τῷ ὀνόματι, καθάπερ καὶ τῷ
διαλείπειν ὁ Ἱπποκράτης χρώμενος. ἀλλὰ καὶ τὸ πρῶτον μέρος
τῆς περιόδου κατά γε τὴν πρώτην ἡμέραν γενόμενον ἐπὶ
τῇ μεταπτώσει τοῦ κατὰ φύσιν, ἔν τε τῇ τρίτῃ καὶ τῇ πέμπτῃ
καὶ ταῖς ἀνάλογον, ὡσαύτως περιοδίζον ἐπὶ τῷ διαλείμματι,
καλοῦσιν ἀρχὴν, οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ
οἱ ἄλλοι σχεδὸν ἅπαντες ἰατροί. μετὰ δὲ τὴν ἀρχὴν ἐναργῶς
γνωριζομένην τῇ ψύξει δεύτερος ἦν καιρὸς ὁ τῆς ἀνωμαλίας,
καὶ τρίτος ὁ τῆς αὐξήσεως, ἄχρι τῆς ἀκμῆς. ἐπικοινωνοῦντας
δ’ αὐτοὺς ἀλλήλοις οὐκ ἀκριβῶς ἐθεάσαντο πάντες, ἰδέᾳ
διαφέροντας· ὀνομάζουσί τε τὸ συγκείμενον ἐξ ἀμφοῖν, ὡς
ἓν ὅλον, οἱ μὲν ἐπίδοσιν, οἱ δ’ αὔξησιν, οἱ δ’ ἀνάβασιν
παροξυσμοῦ. καὶ μέντοι καὶ λέγουσιν ἀληθές τι· μετὰ
γὰρ τὸν πρῶτον καιρὸν, ἐν ᾧ καταψύχεται μὲν τὰ ἐκτὸς,
εἰς δὲ τὸ βάθος ἐναργῶς φαίνεται τὸ αἷμα συῤῥέον, ἕτερός
ἐστι καιρὸς ὅλος, ὅλῳ τῷδε κατ’ ἀντίθεσιν ὑφιστάμενος,
Work
Title: De Morborum Temporibus
English: Opportune Moments in Diseases
Original: Περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 406-439
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_060.xml [71 Kb]