
De Totius Morbi Temporibus (Opportune Moments in Diseases as a Whole)
Kühn 1824
γὰρ τοῦ κατὰ φύσιν, ἐν ἀκαρεῖ μέν τινι χρόνῳ τὴν γένεσιν
ἔχει, τοὐντεῦθεν δὲ ἀναβαίνει μέχρι τῆς ἀκμῆς. ἔστω
γὰρ εἰ τύχοι κατὰ δυσκρασίαν τὸ νόσημα, καθ’ ἣν ἡμῖν ἐπιδέδεικται
καὶ ὁ πυρετὸς συνιστάμενος. ἀναγκαῖον οὖν ἐπειδὰν
πρῶτον ἡ παρὰ φύσιν αὕτη γένηται θερμασία, πυρέττειν
τε τὸν ἄνθρωπον, ἐπιτείνεσθαί τε μέχρι τῆς ἀκμῆς τὴν θερμασίαν.
οὗ γὰρ οὐκ ἔστι μέρη, πῶς ἂν εἴη γένεσις ἐν χρόνῳ
τοῦδε; ταῦτ’ εἴρηταί μοι καὶ κατ’ ἀρχὰς εὐθέως, ἀπήντησά
τε πρὸς αὐτὰ, τῶν μετὰ περιψύξεως εἰσβαλλόντων πυρετῶν
ἀναμνήσας. ἀλλ’ ἐν μὲν ταῖς περιόδοις αὐτάρκης ἡ ἀπάντησις·
εἷς γὰρ τῶν ἐν μέρει καιρῶν καὶ τῇ τάξει πρῶτος ὁ
τῆς περιψύξεως τῆς συμπάσης νόσου· γελοιότατον δ’ ἂν εἴη
τὸν τοῦ πρώτου παροξυσμοῦ πρῶτον καιρὸν ἀρχὴν ἡγεῖσθαι
τοῦ νοσήματος ὅλου. τὸ γάρ τοι χρήσιμον ὁ καιρὸς οὗτος,
ὃν ὀνομάζουσιν ἀρχὴν νοσήματος, εἰς τὰ βοηθήματα κέκτηται,
καὶ πρὸς τοῦτον ἀποβλέπων εἶπεν· ἀρχομένων τῶν νούσων,
ἤν τι δοκέῃ κινέειν, κίνει, ἀκμαζουσῶν δὲ, ἡσυχίαν
ἔχειν βέλτιόν ἐστιν. ὡσαύτως δὲ κᾀκεῖνο λέλεκται αὐτῷ·
Work
Title: De Totius Morbi Temporibus
English: Opportune Moments in Diseases as a Whole
Original: Περὶ τῶν ὅλου τοῶ νοσήματος καιρῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 440-462
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_061.xml [47 Kb]