
De Totius Morbi Temporibus (Opportune Moments in Diseases as a Whole)
Kühn 1824
περὶ τὰς ἀρχὰς καὶ τὰ τέλεα πάντα ἀσθενέστερα. καὶ μέντοι
καὶ τὸ περὶ φαρμακείας εἰρημένον, ὡς πέπονα χρὴ φαρμακεύειν
καὶ κινέειν, μὴ ὠμὰ, μηδὲ ἐν ἀρχῇσιν, ἢν μὴ ὀργᾷ.
καὶ πρὸς τούτοις γε ἔτι τὸ, ἐν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις
καὶ ἐν ἀρχῇσι τῇσι φαρμακείῃσι χρέεσθαι· πολλά τε πρὸς τούτοις
ἕτερα, τὰ μὲν Ἱπποκράτει, τὰ δὲ τοῖς ἄλλοις ἰατροῖς
ἅπασι τοῖς παλαιοῖς εἰρημένα, τὴν ἀρχὴν ἡμᾶς οὐκ ἐπιτρέπει
νοεῖν τοῦ πρώτου παροξυσμοῦ τὴν εἰσβολὴν, ἀλλ’ ἐπὶ μακροτέρου,
ὡς καὶ φλεβοτομῆσαι δύνασθαι, καὶ κλυστηρίῳ χρήσασθαι,
ποτὲ δὲ εἰ κατεπείγει, καὶ καθῆραι, πρὸς τῷ καὶ
γελοῖον εἶναι τῶν ἐντὸς τῆς ἑβδόμης ἡμέρας λυομένων νοσημάτων
καὶ τῶν εἰς ἐνιαυτὸν παραμενόντων, ὥσπερ καὶ ὁ τεταρταῖος
ἔστιν ὅτε, τὴν ἴσην ἀρχὴν τίθεσθαι. πολλὰ μὲν οὖν
εἴρηταί μοι περὶ τῆσδε τῆς ἀρχῆς καὶ κατὰ τὸ περὶ κρίσεων
πρῶτον, ἐπιδεικνύντι τὸν πρῶτον τοῦτον καιρὸν ὡς ἄν τις
γνωρίσειεν. ἦν δ’ αὐτοῦ κεφάλαιον ἡ ἀπεψία τῆς νόσου. βέλτιον
δὲ κᾀνταῦθα πρὸς ἐκείνοις εἰπεῖν, ὅσα τῇ παρούσῃ
διεξόδῳ χρήσιμα.
Work
Title: De Totius Morbi Temporibus
English: Opportune Moments in Diseases as a Whole
Original: Περὶ τῶν ὅλου τοῶ νοσήματος καιρῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 440-462
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_061.xml [47 Kb]