
De Totius Morbi Temporibus (Opportune Moments in Diseases as a Whole)
Kühn 1824
ἴδια μὲν ὑπάρχοντα τῶν κατὰ τὴν γαστέρα πέψεων, ἴδια δὲ
τῶν κατὰ τὰς φλέβας, ἴδια δὲ ἄλλα τῶν ἀναπνευστικῶν.
ἐλαμβάνετο δὲ τὰ μὲν ἐκ τῶν διαχωρημάτων, τὰ δὲ ἐκ τῶν
οὔρων, τὰ δὲ ἐκ τῶν πτυσμάτων. καὶ ταῦτα ἐπιπλεῖστον ἐν
ἐκείνῳ τῷ λόγῳ διῆλθον ἅμα ταῖς Ἱπποκρατείαις ῥήσεσιν,
ἀρκεῖ δὲ ἐν τῷ νῦν ἐνεστῶτι τοσοῦτον μόνον εἰπεῖν, ὡς καὶ
τῶν ἑλκῶν οἱ αὐτοὶ καιροί. πρῶτον μὲν γὰρ ἰχῶρες ὑδατώδεις
ἄπεπτοι καὶ λεπτοὶ ῥέουσιν ἐξ αὐτῶν· εἶθ’ ἑξῆς ἐλάττους
τε καὶ παχύτεροι· κᾄπειτα ἤδη πῦον λεπτόν· εἶτα ἔλαττον
μὲν τῷ πλήθει τοῦτο γίνεται, παχύτερον δὲ καὶ λευκότερον·
ὥστε οὐδέν ἐστι τῶν λυομένων παθῶν, ὃ μὴ διεξέρχεται τοὺς
καιρούς. οὐ μὴν οὐδ’ ἐξ ἄλλου τινὸς ἡ γνῶσις αὐτῶν, ὅτι
μὴ τῶν τῆς ἀπεψίας τε καὶ πέψεως σημείων, ἃ διὰ τῶν περιττωμάτων
γνωρίζεται. τίς γὰρ οὐκ οἶδεν ἠπεπτηκέναι τὴν
γαστέρα, διαχωρήματα θεασάμενος ἀχύλωτα; τίς δὲ οὐκ οἶδεν,
οὖρον ὑδατῶδες ἰδὼν, ἠτυχῆσθαι τὴν ἐν τοῖς ἀγγείοις
πέψιν; τίς δὲ λεπτὸν ἀναβηττόμενον πτύσμα κατὰ πλευρῖτιν,
ἢ περιπνευμονίαν ἑωρακὼς, ὁμοίως οὐ συνήσει ὡς ἀρχή ἐστιν
Work
Title: De Totius Morbi Temporibus
English: Opportune Moments in Diseases as a Whole
Original: Περὶ τῶν ὅλου τοῶ νοσήματος καιρῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 440-462
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_061.xml [47 Kb]