De Totius Morbi Temporibus (Opportune Moments in Diseases as a Whole)
Kühn 1824
συμβήσεται, μηδὲ τότε πρὸς τὴν ἁφὴν διασημαίνοντος τοῦ
σκιῤῥώδους ὄγκου· ἀλλ’ ὕστερόν γε φανεὶς ἀξιόλογος ἀνέμνησεν
ἡμᾶς τῆς ἔμπροσθεν ἀγνοίας. οὐκ ὀλίγους γοῦν ἐγὼ τεθέαμαι
κατὰ τὴν τοιαύτην ὁδὸν τῶν συμπτωμάτων ἐν ὀλίγῳ
χρόνῳ προφήναντας ὄγκον οὐ σμικρὸν ἐν ἥπατι σκιῤῥώδει,
συνιστάμενον μὲν ἐκ πολλοῦ, λανθάνοντα δὲ διὰ τὴν αὐτοῦ
σμικρότητα καὶ εὐτροφίαν τῶν καθ’ ὑποχόνδριον μυῶν. ἀλλ’
ὅταν αὐξανόμενος ὁ σκίῤῥος ἅμα μὲν ἐπαναβῇ τοῖς κύρτοις
τοῦ ἥπατος, ἅμα δὲ ἀτροφίας αἴτιος γένηται τοῖς τε ἄλλοις
τοῦ ζώου μορίοις καὶ τοῖς καθ’ ὑποχόνδριον μυσὶν, ἐξ ἀμφοτέρων
τούτων ἐναργῶς ἐν ὀλίγῳ χρόνῳ διαγνώσεις, αὐτοῦ
ἤδη ὑπάρξαντος ἀξιολόγου μεγέθους. τὰ μὲν δὴ τοιαῦτα πάντα
συνῆπται τῇ τῶν πεπονθότων μορίων ἐπισκέψει, περὶ ἧς
οὐ πρόκειται μὲν ἐν τῷ παρόντι σκοπεῖσθαι, δεδήλωται δὲ
ὑπὲρ τῆς κοινωνίας αὐτῶν οὐκ ἀχρήστως. ἐπὶ δὲ τὸν ἐξ ἀρχῆς
λόγον ἰέναι καιρός. ἑκάστου τῶν νοσημάτων ἴδιός ἐστι
χρόνος ὁ τῆς γενέσεως, ἐνίοτε μὲν αἰσθητὸς, ἐνίοτε δὲ οὐκ
αἰσθητός· ἀφ’ οὗ πάλιν ὁ τῆς αὐξήσεως οὐχ ὁμοίως ἐπὶ
Work
Title: De Totius Morbi Temporibus
English: Opportune Moments in Diseases as a Whole
Original: Περὶ τῶν ὅλου τοῶ νοσήματος καιρῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 440-462
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_061.xml [47 Kb]