Digital Corpus for Graeco-Arabic Studies

Galen: De Typis (On Types)

Kühn 1824

παράλυσις, καὶ ἐλεφαντίασις, καὶ τὰ τούτοις ἀνάλογα· τὰ πλείονα δὲ τῶν παθῶν τυποῦνται μὲν, ἀλλὰ σπανιώτερον· πάντων δὲ μάλιστα πυρετοὶ τυποῦνται, δίχα τῶν συνεχῶν τῶν διηνεκῶν λεγομένων ἢ τῶν ἀτάκτων.

Τῶν τύπων οἱ μέν εἰσι πρῶτοι, οἱ δὲ δεύτεροι· καὶ οἱ μὲν ἑστῶτες, οἱ δὲ κινούμενοι· καὶ πάλιν οἱ μέν εἰσιν ἁπλοῖ, οἱ δὲ σύνθετοι. πρῶτοι μὲν οὖν εἰσιν οἱ μικρὰν μὲν ἔχοντες τὴν ἐπισημασίαν, μακρὰν δὲ τὴν ἄνεσιν, οἱ τριταῖοί τε καὶ τεταρταῖοι· δεύτεροι δὲ οἱ μακρὰν μὲν ἔχοντες τὴν ἐπισημασίαν, μικρὰν δὲ τὴν ἄνεσιν, οἷος ὁ ἀμφημερινὸς καὶ ὁ παρεκτεταμένος ἡμιτριταῖος. τῶν δὲ παρεκτεταμένων οὗτος μόνος ἐξηλλαγμένος παρὰ τοῖς παλαιοῖς ὠνόμασται. ἑστῶτες δέ εἰσιν οἱ ἐν ταῖς αὐταῖς ὥραις ἐπισημαίνοντες καὶ ἀνιέντες· κινούμενοι δὲ οἱ ἀεὶ ἄλλαις ὥραις ἐπισημαίνοντες· ὧν οἱ μὲν φθάσαντες καὶ προδόντες τὰς ὥρας τάχιον προληπτικοὶ λέγονται, οἱ δὲ βραδύνοντες ὑστερητικοι. ἁπλοῖ δέ εἰσιν οἱ μίαν ἐπίτασιν ποιούμενοι· σύνθετοι δὲ οἱ ἐκ πλειόνων ἐπισημασιῶν καὶ

Work

Title: Galen: De Typis
English: On Types
Original: Περὶ τύπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 463-474

Publisher: Cnobloch, Leipzig

Download