
De Typis (On Types)
Kühn 1824
ἀνέσεων συνεστῶτες. τῶν δὲ συνθέτων οἱ μὲν ἐξ ὁμογενῶν συνίστανται, οἱ δὲ ἐξ ἑτερογενῶν. ἐξ ὁμογενῶν μὲν, ὅταν ἀμφημερινὸς, λόγου δὲ χάριν ἁπλοῦς διπλῷ ἀμφημερινῷ συμπλέκηται, ἢ τριταῖοι διπλοῖ, ἢ τρεῖς τριταῖοι τυγχάνωσιν, ἢ πάλιν δύο καὶ τρεῖς τεταρταῖοι· ἐξ ἑτερογενῶν δὲ, ὅταν ἀμφημερινὸς λόγου χάριν τριταίῳ συμπλακῇ, ἢ τριταῖος τεταρταίῳ, ἢ ἄλλῳ τινὶ τῶν μὴ τοῦ αὐτοῦ γένους ὄντων.
Ἀμφημερινὸς δέ ἐστιν ὁ καθ’ ἑκάστην ἡμέραν μίαν ἐπισημασίαν καὶ τὴν αὐτὴν ἔμμετρον ἐν τῷ μήκει καὶ μίαν καὶ τὴν αὐτὴν ἄνεσιν ποιούμενος. τριταῖος δέ ἐστιν ὁ διὰ τρίτης μίαν καὶ τὴν αὐτὴν ἐπισημασίαν σύμμετρον ἐν τῷ μήκει καὶ μίαν καὶ τὴν αὐτὴν ἄνεσιν ποιούμενος. τεταρταῖος δέ ἐστιν ὁ διὰ τετάρτης μίαν καὶ τὴν αὐτὴν ποιούμενος ἄνεσιν. τὰ αὐτὰ δὲ νοείσθω περὶ πεμπταίου καὶ ἑβδομαίου καὶ εἴ τις ἄλλη τύπων εὑρίσκεται τάξις. ἀμφημερινῷ δὲ παρέπεται ὑγρότης ἕξεως, καὶ φλεγματώδεις ἔμετοι,
Work
Title: De Typis
English: On Types
Original: Περὶ τύπων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 463-474
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_062.xml [23 Kb]