
De Typis (On Types)
Kühn 1824
παρασεσημείωται δὲ ὁ Ἱπποκράτης λέγων· τριταῖος ἀκριβὴς
κρίνεται ἐν ἑπτὰ περιόδοισι τὸ μακρότατον. σπανίως δὲ χρονίζει,
καὶ μάλιστα εἰ μὴ συσταίη φθινοπώρου λήγοντος ἤδη
καὶ τῷ χειμῶνι προσάπτοντος. ἔστι δὲ καὶ τὰ οὖρα ξανθὰ,
πάρεστι δὲ τούτοις καὶ ἀγρυπνία. πάντα δὲ ὅσα παρακολουθεῖ
τῷ τριταίῳ, καὶ ἡμιτριταίῳ ταῦτα συμβέβηκε· καὶ γὰρ
καὶ τοῦ αὐτοῦ κεκοινωνήκασι γένους, διὰ τρίτης ποιούμενοι
τάς τε τῶν ἀνέσεων καὶ τῶν παροξυσμῶν ἀνταποδόσεις·
ἴδιον δὲ περὶ τῶν τύπων τῶν ἡμιτριταίων συμβέβηκεν ἡ παρέκτασις
τῶν ἐπισημασιῶν, καὶ τὸ μετὰ περιψύξεως ἐπὶ τὸ
πλεῖστον καὶ ταῖς ἀκμαῖς μηδέπω συντετελεσμέναις προσεδρεύειν
ἃς ἰδίως ἐπαναδιπλώσεις καλοῦμεν. ἔστι δὲ κινδυνώδης
ὁ ἡμιτριταῖος οὐ μόνον τοῦ στομάχου καὶ τοῦ νευρώδους
καθαπτόμενος καὶ καθόλου τῶν μέσων, ἀλλὰ καὶ ληθαργικὰς
ἐπιφέρων καταφορὰς καὶ παρακρουστικὰς ἀγρυπνίας,
ἔστι δ’ ὅτε καὶ συγκοπτικὰς διαφορήσεις, γλῶσσάν τε
ἰσχυρῶς ξηραίνει, καὶ λειποθυμίαν ἀπεργάζεται, σφοδρῶς
κινῶν τὰ ἐν τῷ βάθει, καὶ καθόλου ἄγριός τέ ἐστι καὶ
Work
Title: De Typis
English: On Types
Original: Περὶ τύπων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 463-474
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_062.xml [23 Kb]