Digital Corpus for Graeco-Arabic Studies

Galen: De Typis (On Types)

Kühn 1824

κινδυνοδέστατος οὗτος ὁ τύπος. ἔσθ’ ὅτε μὲν δὲ ἀπὸ τῆς πρώτης ἡμέρας συνίσταται, καθάπερ καὶ οἱ λοιποὶ τύποι· ποτὲ δ’ ἀπὸ τῆς δευτέρας καὶ τρίτης ἡμέρας ἄρχεται, ὥστε μεγίστη αἰτία ἀπάτης γίγνεται τοῖς ἰατροῖς τῇ τοιαύτῃ εἰσβολῇ. γεννᾶται δὲ καὶ ἀπὸ τριταίου παρεκταθέντος, καὶ λυόμενος ἐνίοτε εἰς τριταῖον ὑποστρέφει, ποτὲ δὲ καὶ διακόπτεται τοῦ μήκους τοῦ κατὰ τὴν ἐπισημασίαν εἰς β΄ τριταίους καὶ ἀμφημερινούς. πλεονάζει δὲ ἐπὶ μὲν τῆς φύσεως τῆς κατὰ τοὺς ἄνδρας, ἡλικίας δὲ τῆς κατὰ τοὺς ἀκμάζοντας, ὥρας δὲ μᾶλλον τῆς φθινοπωρινῆς, ὅτε καὶ λίαν κινδυνώδης τυγχάνει. ἔστι δὲ οὐ πάντοτε συνεχὴς, ἀλλὰ καὶ διαλείπων εὑρίσκεται. παραδίδοται δὲ ὑφ’ Ἱπποκράτους τὸ μὴ μόνον αὐτὸν ἐν τοῖς ὀξέσι καταριθμεῖσθαι, ἀλλὰ καὶ ἐν τοῖς χρονίζουσιν. ἔχει δὲ καὶ τὰς κατὰ τὸ μέγεθος διαφορὰς τρεῖς. ὁ μὲν γὰρ σμικρός ἐστιν ἡμιτριταῖος, ὁ δὲ μέσος, ὁ δὲ μέγας. σμικρὸς μὲν οὖν ἐστιν ὁ παρὰ τὰς εἰκοσιτέσσαρας ὥρας στρεφόμενος· μέσος δὲ ὁ παρὰ τὰς τριακονταέξ· μέγας δὲ ὁ παρὰ τὰς τεσσαράκοντα καὶ ὀκτὼ, ὃς δὴ συνεγγίζει τῷ συνεχεῖ πυρετῷ. τινὲς δέ φασι τὸν ἡμιτριταῖον

Work

Title: Galen: De Typis
English: On Types
Original: Περὶ τύπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 463-474

Publisher: Cnobloch, Leipzig

Download