Digital Corpus for Graeco-Arabic Studies

Galen: De Typis (On Types)

Kühn 1824

οὕτως ὀνομασθῆναι, ὡς τὸ ἡμικύκλιον καὶ ἡμισφραίριον, λέγοντες αὐτὸν ἐλάττονα τοῦ ἡμίσεος τῆς τριταϊκῆς περιόδου. ἄλλοι δέ φασι τὸν ἡμιτριταῖον ὀνομασθῆναι, ὡς καὶ τὸν ἡμιόλιον ἀριθμὸν, ὥστε τῆς τριταϊκῆς ἐπισημασίας λόγου χάριν ἐκ δώδεκα ὡρῶν συγκειμένης, τὸν ἡμιτριταῖον μὲν ἐμπεριλαμβάνειν τὰς ιβ΄ ὥρας τοῦ τριταίου, προστιθέναι δὲ ταύταις καὶ τὸ ἥμισυ τῶν ιβ΄ καὶ τὰς πάσας γίγνεσθαι δέκα καὶ ὀκτὼ, ὡς εἶναι ἥμισυ μείζονα τῶν τριῶν κατὰ περίοδον τύπων, ἀμφημερινοῦ, τριταίου καὶ τεταρταίου, ὥστε ὡρῶν αὐτὸν εἶναι εἴκοσι καὶ τεσσάρων. ὁ Ἀγαθῖνος δὲ ἀπὸ τῆς πρὸς τὸν τριταῖον ἐπιφορᾶς φησιν ὀνομασθῆναι τὸν ἡμιτριταῖον· διὰ τρίτης γὰρ ἐπισημασίαι ἀμφοτέροις. πότερον οὖν ὥραις ἢ διαστήμασι χαρακτηρίζεται ὁ ἡμιτριταῖος; κατὰ μὲν τὸν Ἀγαθῖνον, οὔτε ὥραις οὔτε διαστήμασιν· ἀμφότερα γὰρ ταῦτα παραγεγραμμένον ἔχει τὸ μέγεθος, ὡς καὶ ἡμιτριταῖον ἀπεριορίστως ἔχειν τὴν σύστασιν ἐν πλάτει, ὥραις τε ὡς παρεπομέναις. τεταρταίῳ δὲ παρακολουθεῖ ῥίγη σύντονα, καὶ φλεγματώδεις ἔμετοι, καὶ σπληνὸς φλεγμονὴ καὶ

Work

Title: Galen: De Typis
English: On Types
Original: Περὶ τύπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 463-474

Publisher: Cnobloch, Leipzig

Download