
De Typis (On Types)
Kühn 1824
μεσότης γὰρ τῶν σφυγμῶν ἐν τύπῳ τούτῳ κατὰ τοὺς σφυγμοὺς
εὑρίσκεται· ἔστι δ’ ὅτε καὶ κατ’ ἀρχὰς τῶν ἐπισημασιῶν
ἀραιότερος παρὰ τοὺς ἐν τῷ κατὰ φύσιν εὑρίσκεται, οἱ
μὲν ἀποσώζοντες τὰ τυπικὰ τῶν ἡμερῶν κινήματα παρὰ
τρεῖς, οἱ δὲ ἀτυπώτατοι παρ’ ἕνα. οἱ μὲν οὖν ἀποσώζοντες
τὰ τυπικὰ τῶν ἡμερῶν κινήματα ἤτοι παρὰ τὴν
συνήθη τῶν ὡρῶν προλαμβάνουσιν, ἢ ἐφυστεροῦσιν·
ἄτακτοι δὲ γίγνονται καὶ παρὰ τὸ εἶδος τῶν κινήσεων,
ὥστε ποτὲ μὲν προλαμβάνουσι, ποτὲ δὲ ἐφυστερίζουσιν,
ἀτάκτως δὲ ἑκάτεροι παρὰ τὸ ποτὲ μὲν κινεῖσθαι ἀτάκτως,
ποτὲ δὲ ἵστασθαι, μηδέποτε δὲ τεταγμένως, ἔνθα παρ’
οὐδενὸς κεκώλυται, μένοντος τοῦ κατὰ τὰς ἡμέρας σχήματος
ἐν ταῖς ἐπὶ μέρει συμφόροις ἀταξίαις μόναις. οἱ δὲ
ἀτυπώτατοι παρὰ πάντας μὲν τοὺς κατηριθμημένους τρόπους
καὶ παρὰ τὴν τάξιν γίγνονται τῶν ἡμερῶν· τινὲς
μὲν ἐπισημαίνουσι, τινὲς δὲ παντελῶς εἰσιν ἄτακτοι·
τὰς δὲ ἐπὶ εἴδους διαφορὰς πλείονας εἶναι συμβέβηκεν.
ἔξεστι δὲ σκοπεῖν τῷ προειρημένῳ τρόπῳ καὶ συμπλέκειν
Work
Title: De Typis
English: On Types
Original: Περὶ τύπων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 463-474
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_062.xml [23 Kb]