Digital Corpus for Graeco-Arabic Studies

Galen: De Typis (On Types)

Kühn 1824

ἔχῃ καὶ τρεῖς ἐπανέσεις· ἡ δὲ β΄ μίαν· ἡ δὲ γ΄ δύο, καὶ ἡ δ΄ τρεῖς, καὶ ἡ ε΄ μίαν, ἡ στ΄ δὲ δύο, ἑβδόμη δὲ πάλιν τρεῖς, καὶ αἱ λοιπαὶ τὴν αὐτὴν ταῖς πρώταις τάξιν φυλάττουσι, καὶ καθ’ ἕτερον τρόπον συμβάλλουσιν οἱ τύποι, καὶ εἰς τὸ αὐτὸ σχῆμα παραγίγνονται. ἐπιπλέκεται δὲ τριταῖος τεταρταίῳ, ὅταν ἡ μὲν α΄ τῶν ἡμερῶν δύο ἐπισημασίας ἐνέγκῃ καὶ δύο ἀνέσεις· ἡ δὲ β΄ μηδ’ ὅλως· τρίτη δὲ ἅπαξ· καὶ τετάρτη πάλιν ὁμοίως, ὡσαύτως καὶ αἱ ἑξῆς. ἐπιπλέκεται δὲ τριταῖος, τεταρταῖος καὶ πεμπταῖος, ὅταν τῇ μὲν α΄ τῶν ἡμερῶν ἐπισημανθῆναι συμβῇ, τῇ β΄ δ’ ἀναστῆναι· καὶ πάλιν τῇ τρίτῃ τριταῖος, καὶ τῇ τετάρτῃ τεταρταῖος, καὶ τῇ πέμπτῃ ἅμα ἅπαξ. καὶ ἄλλως δέ πως τούτου τοῦ τύπου ἡ εἰσβολὴ γίγνεται, οὐδὲν ἧττον εἰς τὸν αὐτὸν τύπον τῆς τάξεως ἐμπιπτούσης τῆς τριταίου πρὸς τὸν ἡμιτριταῖον συμπλοκῆς, καθάπερ ἐπὶ τῆς ὑπογραφῆς ἔχει ταύτης. τῇ α΄ ἤρξατο ἀπὸ ἑσπέρας μετὰ ῥίγους καὶ ἔλυσεν ἕως πρωῒ, παρέμεινε δὲ ἕως ὥρας ὀγδόης· εἶτα ἐμπίπτει ἐπισημασία μετὰ περιψύξεως, καὶ μένει τὴν ἐρχομένην νύκτα καὶ τῆς ἡμέρας

Work

Title: Galen: De Typis
English: On Types
Original: Περὶ τύπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 463-474

Publisher: Cnobloch, Leipzig

Download