Adversus Eos qui de Typis Scripserunt (Against Those who Write about Types)
Kühn 1824
ἀμφημερινῆς· εἰ δέ τις καὶ φιλόπονος εἴη καὶ φιλίατρος,
ἔννοιά τις αὐτὸν εἰσέρχεται δυοῖν τριταίοιν ἢ τριῶν τεταρταίων,
καὶ τοῦτο ἀξιοῖ διορισθῆναι πρὸς τῶν ἰατρῶν.
οἱ δὲ ταῖς εἰρημέναις ὑποθέσεσι δουλεύοντες, ἐὰν ἐντύχωσιν
ἀῤῥώστῳ δυοῖν ὥραιν ἑκάστης ἡμέρας τὸν παροξυσμὸν ἔχοντι
προληπτικὸν, εἴκοσι μὲν εἶναι καὶ δυοῖν ὥραιν φασὶ τὴν περίοδον,
τὸν δ’ ὅλον τύπον οὐχ ἁπλοῦν, ἀλλά τινα σύνθετον
ὑπάρχειν νομίζουσιν· εἶτα ζητήσαντες ἱκανῶς καὶ λογισάμενοι
κατὰ σφᾶς αὑτοὺς, οἱ μὲν ἐπὶ δακτύλων, οἱ δὲ καὶ ἐπὶ διαγράμματος
ἔν τινι βιβλίῳ γεγραμμένου, δώδεκά φασιν εἶναι
δωδεκαταίους τὸν τοιοῦτον τύπον. γελώντων δὲ ἐπὶ τούτοις
τῶν ἀκουσάντων, ἀγανακτοῦσιν. ἔτι δὲ μᾶλλον ὅταν ὥρᾳ
μιᾷ ποτε θεάσωνται τὸν παροξυσμὸν προλαμβάνοντα, καὶ
τότε ἀποφαίνονται δ΄ εἶναι καὶ κ΄ εἰκοστοτεταρταίους, αὐτοί
τε καταγελῶνται καί τινα τοῖς ἄλλοις ἰατροῖς ὑποψίαν
ἀγνοίας παρὰ τοῖς ἰδιώταις παρασκευάζουσιν. ὅταν γὰρ
ἐκείνους ἐκ βιβλίου θεάσωνται μετὰ σεμνότητός τινος εὑρίσκοντας,
ὥς τι μέγιστον πρᾶγμα, κδ΄ εἰκοστοτεταρταίους,
Work
Title: Adversus Eos qui de Typis Scripserunt
English: Against Those who Write about Types
Original: Πρὸς τοὺς περὶ τύπων γράψαντας ἢ περὶ περιόδων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 475-512
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_063.xml [78 Kb]